Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

82. βλάβεται] βλάπτω βλάβω ὡς κρύπτω κρύβω. λέγει δὲ ὅτι κἂν λίαν τίς ἐστι σοφὸς, οἱ δὲ λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων γίνεται.

83. ἐνδείξομαι] οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς.

οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν ἀπερείσω τὸν λόγον· ὅθεν καὶ ἀριδείκετος, πρὸς ὅν τις δι᾿ ἀξίωμα τὸν λόγον ἀπερείδει. τὸ δὲ σύν- θεσθε δηλοῖ τὸ κατὰ νοῦν λάβετε. βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ ὑψηγορεῖ.

[*](11. ὑποκρούοντες] ἀκούοντες Vill. 25. ὑββάλλειν] ὑβάλλειν)
209

85. τοῦτον] ποῖον τοῦτον; τὸν “ἄρ τι τόδ᾿ ἀμφοτέροισιν ἄρειον” (56). εὔνοιαν δὲ αὐτοῖς παῤ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ δι᾿ αὐτοὺς ὑβρισθέντι.

86. καί τέ με νεικείεσκον] ὁ γὰρ Νέστωρ φησὶ “σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας” (ΙΙ. 9, 109). Θερσίτης “ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγ᾿ ἀμείνονα φῶτα, ἠτίμησεν” (ΙΙ. 2, 240). πιθανῶς δὲ οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει τὴν αἰτίαν. καὶ νῦν γὰρ οἱ ἀδυνατοῦντες ἀπ᾿ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ τύχῃ τῆς εἱμαρμένης τὸ ὅλον ἀναφέρουσιν αἴτιον.

87. τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵν᾿ ᾖ ἡ ἐροφοῖτις, παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. ἄμεινον δὲ γράφειν ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός.

89. Ἀχιλλῆος γέρας] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

90. στικτέον εἰς τὸ ῥέξαιμι καὶ εἰς τὸ τέλος τοῦ στίχου, ἵν᾿ ᾖ οὗτος μὲν καθολικὸς ὁ λόγος, θεὸς τὸ πάντων ἔχει τέλος, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν, ὡς ἔθος. τὴν δὲ διά ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται, ὁ δὲ Δίδυμος σημαίνειν τὸ διόλου, ὡς καὶ διαλείτης ὁ διόλου ἁμαρτάνων, ἣ δι᾿ ἑαυτῆς πάντα τελεῖ. Λεσβοκλῆς δὲ διαιρεῖ εἰς τὸν δή σύνδεσμον καὶ τὸ ἴα ὄνομα, ἵν᾿ ᾖ μία δὴ θεὸς ἡ Ἄτη τὸ πάντων ἔχει τέλος.