Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

46. μέγα νήπιος] ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ προαναφω- νήσεις αὗται τὸν ἀκροατὴν ἐπαίρουσιν, ἤδη προσδοκῶντα τὸ δεινόν.

47. λιτέσθαι] ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι· ἐνεστῶτος γάρ ἐστιν, ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ. ὅμως ἡ παράδοσις παροξύνει· ἐνεστῶτος γὰρ ὂν ὡς ἀορίστου παρωξύνθη. ἔχεται δὲ καὶ λόγου· τὰ γὰρ εἰς σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου διπλοῦ μηδὲ δύο συμφώνων, παροξύνεται, ἱκέσθαι ἰδέσθαι λιπέσθαι πιθέσθαι καὶ λιτέσθαι. λέγει δὲ ὅτι ἔμελλε πρὸς ἑαυτοῦ βλάβην παρακαλεῖν· ἤτοι ἡ παράκλησις αὐτοῦ εἰς θάνατον ἐτελεύτα. τὸ δὲ ἔμελλεν ἀντὶ τοῦ ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν.

50. ἥντινα] Ἀρίσταρχος εἴ τινα, ἴνʼ ᾖ ἠθικώτερον· εἰ καὶ οἶδα, φησὶ, τινὰ μαντείαν, ἀλλʼ οὐ φροντίζω αὐτῆς. μέμνηται δὲ τῆς μαντείας ἐν ταῖς λιταῖς. σχετλιάζει οὖν πρὸς τὸ “εἰ δέ τινα φρεσὶ σῇσι” (36). πρὸς δὲ τὸν Πάτροκλον καὶ εὔλογος ἡ ἀγανάκτησις, ὅτι ὡς ἀγνοῶν τὴν αἰτίαν τῆς μήνιδος Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον, ἐξελέγχων αὐτὸν ὅτι τὴν αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπονοίας ἐκόμιζε μὴ οὔσας ἱκα- νάς.

53. ἀμέρσαι] μέρους στερῆσαι. μέτριον δὲ τὸ μὴ φάναι κρείσ- σονα, ἀλλʼ ὅμοιον.

54. ἂψ ἀφελέσθαι] δοὺς πάλιν στερῆσαι. τὸ δὲ ὅτε ἀντὶ τοῦ ἐπεί· ἢ ἀντὶ τοῦ ὅστε, ἵνʼ ᾖ, ὁππότʼ ἀνὴρ ὅστε κράτει προβεβήκῃ, τὸν ὅμοιον ἐθέλῃσιν ἀμέρσαι. προβεβήκῃ δὲ προὔχει τῶν ἄλλων. κράτεϊ δὲ τῇ ἀρχῇ, τῇ βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται ὧν ἔλεγε Νέστωρ· “ἀλλʼ ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσ- σει” (Il. 1, 281). καὶ Ἀγαμέμνων “καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι” (Il. 9, 160).