Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

56. τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος ἐπὶ τὴν ἀργὴν μετέστησε τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς ἐξήγαγε τὴν παῖδα καὶ παρέδωκε τοῖς κήρυξιν, ἔστι δὲ ἤθικόν. ἔθος γὰρ τοῖς θυμουμένοις τὰ αὐτὰ πρὸς τοὺς εἰδότας διηγεῖσθαι. ἄλλως τε καὶ ἀνάγκη προσβαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν ἔξοδον. καὶ τῷ [*](8. μηδὲ] μήτε 24. προβεβήκῃ—προβεβήκῃ] προβεβήκει—προβεβέκῃ)

111
Πατρόκλῳ δὲ μεγάλα θέλει δοκεῖν χαρίζεσθαι, ἐκδιδοὺς αὐτὸν μεθʼ ὕβριν τοσαύτην. εὗ δὲ καὶ δύο δικαιώματα προβέβληνται, ὅτι τε παρʼ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παῤ Ἀγαμέμνονος, καὶ ὅτι ἐξ ὦν ἔκαμε λαβὼν ἀφῄρηται.

58. οὔτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ, οὔτε τὸ ἐκ χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν. ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ εἰ ἔλεγεν ὁ θαυμάσιος καὶ κράτιστος· τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας οὐ τοῖς ὑπηρέταις, ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν, καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἑτερο- ποιεῖ.

59. ἀτίμητον μετανάστην] ὁ μὲν Ἀρίσταρχος γράφει μετανα- στήν, καὶ πρὸς τὴν Βρισηίδα ἀκούει· ὁ δὲ Ἡρωδιανὸς αἰτιατικὴν ἀντὶ γενικῆς φησὶν, ἵνʼ ᾖ, ὡς ἐκ χειρὸς ἀτιμήτου μετανάστου ἀφείλετο. ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς ἰδίας ἐῶντες.

61. ἀσπερχές] ἀδιαλείπτως, ἄγαν ἐπιτεταμένως, ἀμεταβλητί.

64. τύνη δʼ] οὐ βούλεται ταχεῖαν κρίσιν ἐπαγαγεῖν τῷ πολέμῳ· διὸ κατασχὼν Ἀχιλλέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον ἐπιδείξας λαμπρότερον μετʼ αὐτὸν ἐξαγάγῃ Ἀχιλλέα.