Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

34. γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα] διὰ τὸ σκυθρωπὸν καὶ [*](8. τοὺς Bekk.] τούτους Schmidt. Didym. p. 158. 22. αἰναρέτης] αἴνʼ ἀρετῆς M. 25. δι᾿ ἑνὸς δὲ addidit Bekkerus.)

109
δύσχρουν καὶ ἀπαραίτητον τῆς θαλάσσης, καὶ μάλιστα ἐν χειμῶσι. καὶ τοὺς ἀπηνεῖς δὲ Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φασι. γλαυκὴν δὲ ἅπαξ εἰπόντος αὐτὴν Ὁμήρου, Ἡσίοδος ἀντὶ κυρίου αὐτὸ ἐξέλαβεν. ὅρα δὲ πῶς αὐτὰ τὰ δυσχερῆ δοκοῦντα πρὸς τὰς τῶν γονέων ἁρμόζουσιν οἰκήσεις· ὁ μὲν γὰρ οἰκεῖ τὸ Πήλιον ὄρος, ἡ δὲ τὴν θάλασσαν.

36. εἰ δέ τινα] ἐρεθιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησὶ, πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολογεῖται ὡς οὐ δέει θανάτου τὸ λιποτάξιον πεποίηται.

37. Θέτις καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι τὰ γεννώμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον Ἀχιλλέα ὁμοίως εἰς πῦρ βάλλει· θεασάμενος δὲ Πηλεὺς ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν εἰς τὸ Πήλιον ὄρος τρέφειν παρέδωκε Χείρωνι. ὁ δὲ λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων ἐκάλεσεν Ἀχιλλέα· διδάξας δὲ τὴν ἰατρικὴν τέχνην καὶ λυρικὴν καὶ μουσικὴν ἀπέδωκε τῷ πατρί. ἀγανακτήσασα δὲ Θέτις καὶ καταλιποῦσα τὸν Πηλέα ἐχωρίσθη εἰς θάλασσαν. στρα- τευομένῳ δὲ Ἀχιλλεῖ ἐπὶ Ἴλιον προεῖπεν ὅτι πολεμῶν μὲν Τρωσὶ ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν, ἀπεχόμενος δὲ τῆς μάχης ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ διάξει. ἃ μαθὼν ὁ Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.

41. ἴσκοντες] ὁμοιοῦντες. οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντος τάττουσι τὴν λέξιν. καλῶς δὲ καὶ λίαν ἐντέχνως, ὀνειδίσας δειλίαν, ἐγγὺς τέθεικε τὸ τῆς ὑπεροχῆς, εἰ καὶ μόνη φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς πολεμίους.

43. ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο] ἡ περιλειπομένη αὐτοῖς τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπολώλασι· δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως· ὀλίγον ἐστὶ δι᾿ οὗ ἀνάπνευσις πολέμου γίνεται, ἵνα κατασκευάζῃ ὅτι ἐκείνους μὲν μέγα ὠφελήσο- μεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον καὶ τὸ ἐπιφε- ρόμενον, τὸ “ῥεῖα δέ κʼ ἀκμῆτες·” δεῖ γὰρ ἐπὶ τελεντῇ τοῦ λόγου καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου προτρέψηται.

[*](8. λιποτάξιον] λειποτάξιον 12. *καταφλέξειν—διαφυλάξειν] καταφλέξαι —διαφυλ)
110