Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

28. ἡ ἀμφί πρὸς τὸ τοὺς, ἵνʼ ᾖ ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ ἔθνος ἰατροὶ ἦσαν, δῆλον ἀπὸ Ἰδομενέως· “ὁ δʼ ἰητροῖς ἐπιτείλας” (Il. 13, 213). τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· οὐδένα γὰρ ἐν πολέ- μῳ περιοδεύοντα εἶδεν. πολυφάρμακοι δὲ οὐχ οἱ ἑκάστης νόσου φάρμακα ἔχοντες, ἀλλʼ οἱ ἑκάστῃ νόσῳ ποικίλας προσάγοντες θεραπείας.

29. ἀμήχανος] ἀπροσμηχάνητος, πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν. ἐκείνους μὲν γὰρ, φησὶν, ἰάσονται οἱ ἰατροί· σὺ δὲ ἔοικας ἀνίατος εἶναι τὴν ψυχήν.

30. μὴ ἐμέ] καλῶς διὰ τῆς εἰς ἑαυτὸν εὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα τῆς νόσου. ἀντιμετείληφε δὲ τὴν μῆνιν εἰς τὸ χόλος. ἢ τάχα ἐφʼ ἑαυτοῦ εὔξατο μὴ κατὰ τὸ τυχὸν ἐμπεσεῖν εἰς χόλον, πόσῳ δὲ μᾶλλον εἰς μῆνιν.

31. αἰναρέτη] σύνθετόν ἐστι παρὰ θηλυκὸν, ὡς τὸ ὑψαγόρη μισο- γύνη, ὅπερ ἀγνοοῦντες γράφουσιν αἰναρέτης, ἵνʼ ᾖ ὁ χόλος ὁ πολέ- μιος καὶ ἐχθρὸς ταῖς ἀρεταῖς. ἡ δὲ δίχα τοῦ σ ἀνάγνωσις Ἀριστάρ- χειός ἐστι, καὶ ἔστιν εἰς αἰνὸν χρώμενε τῇ ἀρετῇ, εἰς ὄλεθρον, οὐκ εἰς σωτηρίαν. διʼ ἑνὸς δὲ ὀνοματος ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ ἔχει ἀρετὴν, φησὶν, ὅτι δὲ οὐκ ἐπʼ ἀγαθῷ τῶν φίλων, διαβάλλει. τίς σευ ἄλλος ὀνήσεται ὀψίγονός περ] γίνεται γὰρ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις. ὅθεν καὶ Νέστωρ τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς ἀκούουσιν.

33. οὐκ ἄρα σοί γε] οὖκ ἦν, φησὶν, ὡς ἔοικέ σοι πατήρ. προαι- τησάμενος δὲ συγγνώμην διὰ τοῦ δακρύειν πικρότερον ἅπτεται τῶν ἐγκλημάτων· τοιαῦτα γὰρ τὰ τῶν φίλων, καὶ μᾶλλον ὅταν πρὸς κρείσσους παρρησιάζωνται.