Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

371. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ] πρὸς τὰς συνωρίδας αἷς ἐχρῶντο Τρῶες τὸ δυϊκόν. πρώτῳ δὲ ῥυμῷ τῷ ἄκρῳ πρὸς τὸν ζυγόν· οἱ δὲ τῷ πρὸς τὸν ἄξονα.

374. τμάγεν] διεκόπησαν καὶ διεσκορπίσθησαν ἀπʼ ἀλλήλων. διʼ ὧν δὲ μεστοῖ τὰς ὁδοὺς πάσας, τὸ πλῆθος παρίστησι· “πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι” (Il. 10, 66).

378. ὑπὸ δʼ ἄξοσι] οἱ Τρῶες, φησὶ, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν ἐγίνοντο, εἰς οὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι, ὡς τοὺς πίπτοντας αἰτίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς ὄπισθεν τιτρωσκόμενοι.

379. ἀνεκυμβαλίαζον] ἀνεπήδων, ἀνεκουφίζοντο, ἀπὸ τῶν κυμ- βάλων ἃ προσκρουόμενα ἀλλήλοις ὑπερπηδᾷ. ἅμα δὲ καὶ βομβῶδες ὃν τὸ ῥῆμα ἔμφασιν ἔδωκε τῇ ἀνατροπῇ. τὸ δὲ ἑξῆς οὕτως ἐγὼ οἶμαι, ὑπὸ τῶν ἀξόνων πρηνεῖς ἔπιπτον ἐξ ἀχέων. οἳ γὰρ δίφροι [*](3. *νεώς] νεός)

128
ἀνεκυμβαλίαζον· ἀνακουφιζομένων οὖν τῶν ἀξόνων πρηνεῖς ἔπιπτον καὶ οἱ ἐπιβάται.

383. ἔκφερον] ἐξενηνόχεισαν διὰ τῆς ὑπʼ Ἀπόλλωνος γεγονυίας ὁδοῦ. πῶς δὲ αὐτὸν οὐ διώκει Πάτροκλος; ὅτι τάχιον ἐξελάσας προέφυγεν. ἄτοπον δὲ ἦν ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

385. ὀπωρινῷ] τῷ μετοπωρινῷ· καὶ γὰρ ὄμβρος πολὺς κατὰ τὸ μετόπωρον γίνεται. Ὁμήρῳ δὲ οὐκ ἀρκεῖ τὸ φυσικὸν μόνον πρὸς αὔξησιν, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ θείου ὀργὴν παρέλαβεν, ὠφελῶν κἀν ταῖς παραβολαῖς καὶ δεικνὺς ὅσα τοῖς ἀδικοῦσι συμπίπτει δεινά.

387. οἳ βίῃ] οἳ κακῶς κρίνοντες σκολιὰς ποιήσουσι τὰς θέμιστας. παιδευτικὰ δὲ πρὸς τοὺς βασιλεῖς ταῦτα καὶ τοὺς κριτὰς φαίνεται. ἔοικε γὰρ τὸ θεῖον τοὺς ἀδίκους κολάζειν.

388. θεῶν ὄπιν οὐκ ἀλέγοντες] τὴν τῶν θεῶν ἐπιστροφὴν μὴ ἔχοντες ἐν λόγῳ.

390. κλιτῦς] κλίματα ὀρῶν. μεμάκρυνται δὲ τὸ κλι καὶ περι- σπᾶται τὸ τυς, ἐπεὶ ἀπὸ τοῦ κλιτύας, ὡς ὀσφύας ὀσφῦς.

χαράδραι] κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι· νυνὶ δὲ αἱ ῥύσεις. χάραδρος μὲν οὖν ὁ ἐν γεωλόφοις κατερρηγμένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις.

391. στενάχουσι ῥέουσαι] πρὸς τοῦτο ἡ πᾶσα παραβολή· τὰ δὲ ἄλλα εὐσεβείας χάριν παρενέθηκεν.

392. ἐπικάρ] τὸ τέλειον ἐπὶ κάρα, ὅ ἐστιν ἄνωθεν κάτω. ἄμεινον δὲ ἐπὶ κρασὶν, ὡς εἶναι οὕτω τὸ τέλειον, διὰ τὸ σύνηθες τῶν ἀποκοπῶν.

393. ὣς] ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρισώσει· μεγάλα στενάχουσι ῥέουσαι· εἶτα ἀντέθηκε μεγάλα στενά- χοντο θέουσαι.

394. Πάτροκλος δʼ ἐπεὶ οὖν] θαυμάσειεν ἄν τις τὴν Ὁμήρου φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια λέγων, ὥστε δοκεῖν ἄλλα καὶ ἄλλα εἶναι. ταῦτα γοῦν οὐδὲν διαφέρει τῶν ἐπʼ Ἀχιλλεῖ λεγο- μένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πολεμίων γενόμενον τὴν ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· “ἔνθα διατμήξας τοὺς μὲν πεδίονδʼ ἐδίωκεν” (Il. 21, 3).

395. παλιμπετές] παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πιπτόντων βελῶν.

[*](1. *ἀνεκυμβαλίαζον] ἀνεκυμβάλιζον)
129

399. ἔνθʼ ἤτοι Πρόνοον] συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ πεποίηται τὴν τῶν Ἑλλήνων ἐκδίκησιν. ὁ μὲν οὖν Πρόνοος παραιβάτης ἦν, διὸ καὶ ἀσπίδα φέρει· ὁ δὲ Θέστωρ ἡνίοχος αὐτοῦ.

402. εὐξέστῳ] ἀδιαίρετον διὰ τὸ μέτρον.

403. ἁλείς] συστραφεὶς ἐν ἑαυτῷ ὑπὸ τοῦ φόβου καὶ τῆς ἐκ- πλήξεως.

405. διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων] διέπειρε τῶν ὀδόντων αὐτοῦ, ἀττικῶς.

406. ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ ὑπὲρ ἄντυγος καὶ τὸν τόπον ἔδειξε διʼ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπʼ ὄψιν ἤγαγε. παντά- πασι δὲ ἡ παραβολὴ ὡμοίωται. καταδέδυκε γὰρ ἐν τῷ δίφρῳ ὡς ὁ ἰχθὺς ἐν τῇ θαλάσσῃ. καὶ ὁ μὲν ἐν τῷ ἀγκίστρῳ, ὁ δὲ τῇ αἰχμῇ ἐνέχεται. κεχήνασιν ἀμφότεροι. καὶ ὁ μὲν ἕλκων παραβέβληται τῷ ἁλιεύοντι, ὁ δὲ ἑλκόμενος τῷ ἰχθύι, τὸ δὲ δόρυ δι᾿ οὗ εἵλκετο τῷ ἁλιευτικῷ καλάμῳ.

407. ἱερὸν ἰχθύν] οἱ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ θ΄ (9, 37) περὶ ζῴων ἱστορεῖ τι ὅπου δʼ ἂν ἀνθίας ὁραθῇ, οὐκ ἀδικεῖ τι θηρίον· καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν οἱ σπογγιεῖς. οἱ δὲ χρύσοφρυν, οἱ δὲ πομπίλον. ἄμεινον δὲ μέγαν καὶ ἀσυνήθη. οἱ δὲ διερόν. διδάσκει δὲ ποῦ δεῖ τοὺς ἁλιέας καθέζεσθαι, οὐ παῤ αἰγιαλῷ, ὅπου σπάνιος ἰχθὺς παρατρέχει.