Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

408. λίνῳ] τῇ διὰ νεύρων ἢ τριχῶν ἱππείων ὁρμιᾷ· καὶ ταῦτα γὰρ λίνα φασί. τὸ δὲ θύραζε ἀντὶ τοῦ ἔξωθεν, ὁμοίως τῷ “δόρυ μείλινον ὦσε θύραζε (Il. 5, 694).

χαλκῷ] τῷ ἀγκίστρῳ· ἀπὸ δὲ τοῦ ὅλου τὸ μερικόν· μόνος δὲ τῶν ἀψύχων ποικίλην ἔχει φωνήν. ἢ καὶ ὁ ἄσημος· τὸ γὰρ ἤνοπι δηλοῖ τὸ ἐμφώνῳ· τυπτόμενος γὰρ ἦχον ποιὸν ἀποτελεῖ.

411. βάλε πέτρῳ] πῶς λίθων εὐπορεῖ ἐφʼ ἅρματος ὤν; ἔοικε κατὰ τὸ σιωπώμενον καταβεβηκέναι ἀπὸ τοῦ δίφρου, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι. ὅτι γὰρ ἐφʼ ἅρματός ἐστι πάλιν ἑξῆς (427) φησὶν “Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν. ἔκθορε δίφρου.” καὶ τὸ ἐπεσσύμενον ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου.

414. θυμοραϊστής] τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκός [*](17. θʼ] ιθ΄ 19. *σπογγιεῖς] σπογγεῖς 32. ἴδεν] εἶδεν)

130
φησιν, ἵνʼ ᾖ θυμοραίστης, ἀλλὰ κακῶς· ἀντίκειται γὰρ αὐτῷ τὸ θυμοραϊστέων.

415. αὐτὰρ ἔπειτʼ] διὰ καλλίστης καὶ ταχείας τῆς φράσεως καταλέγει τίσιν ἐπιτρέχει· τὸ γὰρ ἐπὶ πάντων κατὰ μέρος ἐπεξερ- γάσασθαι ἀδόλεσχον ἦν.

419. Σαρπηδὼν δʼ] ὡς τῷ Ἀχιλλεῖ τὸν ἄριστον τῶν Τρώων φυλάσσων, τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμμάχων ἄγει εἰς μάχην. ἔδει δὲ ἀπὸ τῶν πολεμίων γενέσθαι τινὰ ὑπεναντίωσιν· τὸ γὰρ μέχρι παντὸς ἀναιρουμένους αὐτοὺς εἰσάγειν ἀπίθανον καὶ ἀργόν.

ἀμιτροχίτωνας] οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώραξιν, ἢ ἀζώστους· οὐδέποτε δὲ μίτραν φησὶ τὴν ζώνην ὁ ποιητής. ἄτοπον δὲ οὕτω καταφρονεῖν καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου γε καὶ Ἄρης αὐτῇ χρῆται. οἱ δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἱ δὲ, οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον, ἀλλʼ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ὅτι εἶδεν αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι.

422. νῦν θοοὶ ἔστε] ἀγαθοὶ καὶ ταχεῖς εἰς τὸ πολεμεῖν γίνεσθε, ὡς τὸ “νῦν τοι ἐελδέσθω πόλεμος κακὸς, εἰ θοός ἐσσι” (494). και- ρίως δὲ κεῖται τὸ νῦν, οἷον εἰ καὶ πρότερον ἐφεύγετε, νῦν ἐπιστρέ- ψατε ἑαυτούς.

423. ἀντήσω] ἐναντίος ἥξω. ἀνύσιμοι δὲ αἱ ἐκ τῶν πονούντων παραινέσεις.

428. ὥστ᾿ αἰγυπιοί] ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ ἀσφαλῶς συμβάλλει τὰ ζῷα ταῦτα εἰς μάχην. πρὸς τὸ ἰσοδυναμοῦν οὖν τῶν ἀντιμαχομένων τῇ εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι ἦσαν.

431. τοὺς δὲ ἰδών] ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ τῆς μάχης, ἐπιβάλλει ταῦτα ὁ ποιητής· οὐδὲ γὰρ ἦν ἄξιον τοιοῦτον ὄντα τὸν Σαρπηδόνα ἀνεπισήμαντον ἐᾶσαι· ἅμα δὲ προσοχὴν ἐργάζεται τῇ τοῦ μονομαχίου σκέψει.

433. μοι] οὐ μεμπτέον τὸν ποιητὴν τὰ τῇ συγγενείᾳ παρεπό- μενα κατὰ μέρος διεξιόντα. διδάσκει δὲ παιδευτικῶς ὁ ποιητὴς διὰ τούτων ὅτι δεῖ τοῖς συμβαίνουσιν ἐμμένειν ἀνιαροῖς, ὅπου καἰ Ζεὺς ὁ τῶν θεῶν ἄριστος.

438. οὐκ ἔστι δισταγμοῦ τὸ ἢ ἤδη δαμάσσω· οὐ γὰρ τοῦτο [*](15. *ἐσκυλεῦσθαι] ἐσκυλεῦθαι 23. * ἀσφαλῶς] ἀφανῶς Vill.)

131
σκέπτεται ὁ Ζεὺς, εἰ ὕστερον ὑπὸ Πατρόκλῳ δαμάσει, ἀλλʼ ὅτι δύο βούλεται, ἢ σῶσαι ἢ δαμάσαι νῦν.

441. πεπρωμένον αἴσῃ] κεκριμένον τῇ μοίρᾳ. εὐπρεπῶς δὲ ἀντι- λέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τὰ ἐναντία συμβου- λεύειν προσποιουμένη, ἀλλὰ διὰ τὸ καθόλου καθῆκον.

446. μή τις ἔπειτα] ἰσχυρότατα ἀντιλέγει, φάσκουσα μιμή- σεσθαι καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν· χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν τὸ κατὰ παρά- θεσιν ἐνθύμημα.

449. υἱέες ἀθανάτων] Ἰάλμενος Ἄρεως, Μενέσθιος Σπερχειοῦ, Εὔδωρος Ἑρμοῦ, Ἀχιλλεὺς Θέτιδος, Αἰνείας Ἀφροδίτης.

454. πέμπειν μιν] δεξιόν ἐστι τοῦτο τὴν ἀποθύμια διαλεγομένην τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ χαρίζεσθαι. ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρυιᾷ· συγχωρεῖ γὰρ τὸ μηδὲν ἐκεῖνον ὠφελοῦν.

459. αἱματοέσσας δὲ ψιάδας] ἁρμόδιος ἡ τερατεία, ἐφʼ ἥρωϊ τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν κόσμον μόνον οὐχὶ συνά- χθεσθαι.

*Πορφυρίου. πολλάκις ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πρα- γμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι καὶ σημεῖα ποτα- μῶν τε καὶ πηγαίων ναμάτων αἱμοφορύκτοις νάμασιν ἐκμαινομένων, ὡς ἐπʼ Ἀσωποῦ τε καὶ Δίρκης παραδιδόασιν οἱ πάλαι μῦθοι. λόγος δʼ ἔχει καὶ κατὰ νεφῶν ψεκάδας ὕεσθαι φόνου τισὶ κηλῖσιν ἐπικε- χρωσμένας. ἐπεὶ τοίνυν ἡ μεταβολὴ τῆς μάχης ἀθρόαν φυγὴν ἐμποιήσειν ἔμελλε τοῖς βαρβάροις, ἐγγὺς δʼ ὁ τοῦ κατʼ ἀλκὴν ἀρί- στου Σαρπηδόνος ὄλεθρος, ὡσπερεὶ τεράστια προφανῆ ταύτης τῆς συμφορᾶς ἀγγελτικά φησιν “αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε.” τοῦτον δὴ τὸν φονέα ὄμβρον ἀλληγορικῶς εἶπεν αἰθέρος δάκρυα, Διὸς μὲν οὔ (ἄκλαυστος γάρ), ἐκ δὲ τῶν ὑπεράνω τόπων ὡσπερεὶ θρήνοις μεμιγμένου καταρραγέντος ὑετοῦ. ταυτὶ μὲν ἴσως ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγορημένων.

460. παῖδα] ἀπήρκεσεν αὐτῷ τοῦτο τὸ ὄνομα πρὸς ἔνδειξιν τῆς τοῦ θεοῦ διαθέσεως.

463. Θρασύδημον] χαρίεν τὸ πρὸ τῆς ἀναιρέσεως προαγῶνά τινα γενέσθαι· ὁ μὲν γὰρ βάλλει τὸν θεράποντα, ὁ δὲ τὸν Πήδασον.

[*](4. *ἀπέχθειαν] ἀπέχθειαν γὰρ 20. αἱμοφορύκτοις Bekkerus] αἱ- * συμβουλεύειν] συμβουλεύει μοροφύτοις 18. * Πορφυρίου] om.)
132

465. νείαιραν] ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι διʼ αὐτῆς· οὐδαμοῦ γὰρ χρῆται ἐπὶ τοῦ ἐσχάτου τῷ ἐπιθέτῳ τούτῳ.

470. κρίκε] γράφεται καὶ τρίγε· πάντα δὲ τῶν κατὰ μίμησίν εἰσι. γραφικῶς δὲ ἔδειξε τὸν μὲν παρήορον κείμενον, τὰς δὲ ἡνίας συγκεχυμένας, τοὺς δὲ ἵππους διεστῶτας, τὸ δὲ ζυγὸν ἠχοῦν τῇ παρατρίψει.