Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

317. Νεστορίδαι] ἀντὶ τοῦ Νεστοριδῶν· ἢ ἀπὸ κοινοῦ τὸ οὔτασαν. δεῖγμα δὲ φιλαδελφίας καινὸν παρέλαβε, καὶ τὸν λόγον ἥδιστα κατεσχημάτισεν.

321. τοῦ δʼ] ὑπερφυὴς ἡ ποικιλία· οὐ γὰρ ἔφη ὅτι δύο ἀδελφοὶ δυσὶν ἀδελφοῖς ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ προτέρου ἀναίρεσιν ὁ δεύτερος ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ Ἀντιλόχῳ, ἀναιρεῖ δὲ αὐτὸν Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ. τὴν ἑκατέρου οὖν διόλου φιλαδελφίαν ἐμφαίνει, τοῦ μὲν διʼ ἀδελφὸν ἀποθανόντος, τοῦ δὲ δι᾿ ἀδελφὸν ἀνελόντος.

323. πρυμνὸν δὲ βραχίονα] τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ δόρατος. εἰ μὲν οὖν τοῦ ἐγκεφάλου ἀποπέ- φυκε τὰ νεῦρα εἰς νωτιαῖον μυελὸν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας δὲ αἱ φλέβες εἰς τὸν μῦν, συμπάθειαν ἔχουσι καὶ τὰ καίρια· ὅθεν αἱ ἀθρόαι τῶν μυῶν πληγαὶ θανατοῦσιν.

324. τὸ ἑξῆς, ἀπάραξεν ὀστέον ἄχρις. τὸ δὲ ἄχρις ἀντὶ τοῦ ἕως ὀστέου· τὸ γὰρ ἄχρις καὶ χρονικὸν καὶ τοπικὸν, ὡς νῦν.

330. Αἴας δέ] πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ τῷ Ὀϊλέως Αἴαντι· ἔστι γὰρ τάχιστος. διὸ καὶ τὸ ἐπορούσας πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν τινά.

333. πᾶν] ἀντὶ τοῦ ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν ἀθρόαν αἱμορ- ραγίαν. ἀλλαχοῦ δὲ “ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν” (Il. 5, 75).

τὸ τὸν δέ ἀντὶ τοῦ τοῦ δέ· ἡ δὲ κατά πρὸς τὸ ἔλαβεν.

335. Πηνέλεως] τὸ διήγημα κατὰ ἀναστροφήν· οὐ γὰρ πρῶτον ἀποτυχόντας εἰσάγει, εἶτα διὰ τοῦτο συμπλεκομένους, ἀλλʼ ὥσπερ [*](1. *μύες] μυῖες hic et infra. 14. * ἐπιχωρεῖ] ἐπιχειρεῖ *στεριφῆς] στερριφῆς 31. *τὸ τὸν δέ ἀντὶ τοῦ] τὸν δέ 10. * καινὸν] κοινὸν)

126
αἰτίαν τῆς συνδρομῆς ἀποδιδοὺς τὸ προγεγενημένον, δεδήλωκεν ὅτι ἀκοντίσαντες ἐπʼ ἀλλήλους ἥμαρτον.

336. μέλεον] ματαίως. οἱ τραγικοὶ δὲ τὸ μέλεον ἐπὶ τοῦ οἰκτροῦ τάσσουσιν. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

339. ἐρραίσθη] διεκλάσθη καὶ διεφθάρη ὑπὸ τῆς βίας τοῦ τύ- ψαντος.

θεῖνε] ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ συνήθως τὰς πληγάς.

345. κατὰ στόμα] ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον δια- θέμενος τοῦ περὶ Πάνδαρον. τοῦ μὲν γὰρ ἄνωθεν πληγέντος τὸ δόρυ διὰ τοῦ στόματος διέρχεται· ἐνταῦθα δὲ ἡ μὲν πληγὴ διὰ τοῦ στό- ματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφαλῆς.

347. νέρθεν ὑπʼ ἐγκεφάλοιο] ἐπάνω τῆς ὑπερώας ἠνέχθη ἡ πληγὴ κατὰ τὸν ἐγκέφαλον. οἱ δὲ ὀδόντες κατὰ τὴν ἐπιδρομὴν τοῦ δόρατος ἐξετινάχθησαν. ὀστέα δὲ Ἀπολλώνιος τοὺς σπονδύλους φησίν. οἰ- κείως δὲ ἐπὶ μὲν τῶν ὀστῶν ἐκέασθεν, ἐπὶ δὲ τῶν ὀδόντων ἐτίναχ- θεν, ἐπὶ δὲ τοῦ δόρατος ἐξεπέρησέ φησιν.

348. ἐνέπλησθεν δέ οἱ] ἡ αἱμορραγία ὅλην τὴν κεφαλὴν διελ- θοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη μάλιστα· εἰσὶ γὰρ ἐξ ὑμένων λεπ- τῶν. ὅθεν οἱ ἰκτεριῶντες ἀπʼ ὀφθαλμῶν δῆλοι τὰ πρῶτα γίνονται, τῆς χολῆς ὑποδραμούσης.

350. πρῆσε] ἐξεφύσησε· καὶ ἀλλαχοῦ “ἐν δʼ ἄνεμος πρῆσεν” (Il. 1, 481). εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακοπεισῶν προ- χυθὲν τὸ αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ τῶν ῥινῶν χωρῆσαι.

352. ὡς δὲ λύκοι] ὅταν ἑνὸς ἔφοδον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει. νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμ- φῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρέλαβε, τοὺς λύκους.

353. μήλων] προβάτων καὶ αἰγῶν. πάντα γὰρ παρὰ τοῖς πα- λαιοῖς κοινῶς τὰ θρέμματα πρόβατα ἐκαλοῦντο, καὶ Εὔπολις προβα- τικὸν χορὸν τὸν ἐξ αἰγῶν φησί· ὑπὲκ μήλων δὲ αἱρεύμενοι· ἀντὶ τοῦ ὑπεξαιρούμενοι τῶν προβάτων.

357. δυσκελάδου] προσφυὲς τὸ ἐπίθετον· βοῶσι γὰρ καὶ οἱ διώ- κοντες καὶ οἱ διωκόμενοι.

[*](33. *ὑπεξαιρούμενοι] ὑπεξυφαιρούμενοι)
127

358. δαιμονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν τὸν Ἕκτορα, ἀλλὰ τῷ Αἴαντι, εἰκότως· ἔχει γάρ τι πρὸς αὐτὸν ὁ ἥρως ὡς ἂν διʼ αὐτὸν ἀποκρουσθεὶς τῆς νεώς· εἰκὸς οὖν αὐτὸν σπεύδειν ἀποδοῦναι τὰ ὅμοια.

361. σκοπεύων ἐφύλαττεν ἑαυτόν. καλῶς δὲ ἐπὶ μὲν τοῦ ταχέος καὶ κούφου ῥοῖζόν φησιν, ἐπὶ δὲ τοῦ βραδέος καὶ βαρέος δοῦπον.

364. νέφος ἔρχεται] οὐ τὴν ἄνω φορὰν ποιούμενον (πῶς γὰρ ἐξ αἰθέρος γινομένης τῆς λαίλαπος ὑψοῦται τὰ νέφη;) ἀλλὰ τὴν εἰς πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες πρώην τῷ ναυστάθμῳ ἐπεξετάθησαν εἰς τὸ πεδίον. Ὄλυμπος δὲ καὶ οὐρανὸς ὁ περὶ τὰ νέφη τόπος. λέγει δὲ ὅτι ἀπὸ τοῦ τόπου, οὗ εἰσὶ κινούμεναι, περιέρ- χονται τὸν ὅλον οὐρανόν. ἐξήλλαξε δὲ τὸν λόγον, εἰπὼν Ὄλυμπον καὶ οὐρανόν. δίης δὲ τῆς ὑπὸ Διὸς ἀρχομένης. τὸ δὲ λαίλαπα τείνῃ, ὅταν, φησὶν, ὁ Ζεὺς ἐκ τῆς αἰθρίας ἐπιτείνῃ λαίλαπα. ἐν δὲ τοῖς ὑπομνήμασι κατὰ δοτικὴν ἦν λαίλαπι, ἵνʼ ᾖ ὅταν ὁ Ζεὺς ἐν λαί- λαπι παρατείνῃ τὰ νέφη.

367. Ἕκτορα δʼ ἵπποι] καὶ μὴν ἔξω τὴν ἵππον εἴασαν. ἀλλὰ ὁ Ἀπόλλων ἱππήλατον αὐτοῖς ἐποίησεν· “αὐτὰρ ἐγὼ προπάροιθεν ἰὼν ἵπποισι κέλευθον πᾶσαν λειανέω” (Il. 15, 260) καὶ “ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχονται” (ib. 385).