Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

564. σκῶλον λέγει τὸν σκόλοπα· οἱ γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιληθὲν εἴη στερρότερον· χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν τὸ δόρυ τὴν ἐνεργὸν δύναμιν οὐκ εἶχεν, ἔμεινε τοσοῦτον διελθὸν ὅσον σκῶλος περονεῖ.

*Ἀπίων δέ φησι τὸν σκῶλον πεπυρακτωμένην ῥάβδον, Ἀρί- σταρχος δὲ ἀκάνθης τι γένος. ταύτας εἰώθασι πυρπολεῖν, καὶ στερεώ- σαντες ἐφʼ ὁρμήματα χρῆσθαι καὶ πρὸς ἄλλας χρείας.

567. ἀπιόντα] προχωροῦντα, ὑποποδίζοντα· οὐ γὰρ στραφέντα· διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν ἐστὶ καὶ ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατω- τέρω τοῦ ὀμφαλοῦ, διὰ τὸ σπασμοὺς προσγίνεσθαι. ἴσως δὲ ἐντρο- παλιζόμενος ὑπεχώρει, ἐπεὶ οὐκ ἂν κατὰ τὴν ὀσφῦν ἀναχωρῶν ἐτρώθη.

570. ἑσπόμενος] ἀκολουθῶν. τινὲς δὲ σχόμενος ἀντὶ τοῦ συνε- χόμενος.

571. ἡ προσθήκη τοῦ οὔρεσι ἄγριον δείκνυσι τὸν ταῦρον.

[*](20. *ἀποξύνοντες] ἀποξέοντες 23. περονεῖ] *περονῆσαι δύναται)
28

572. ἰλλάσιν] τοῖς ἐξ ἱμάντων σχοινίοις.

574. ὄφρα οἱ ἐκ χροός] ὅρα διὰ τούτου τὸ καίριον τῆς βολῆς· ἅμα γὰρ τὸ δόρυ καὶ τὴν ψυχὴν αὐτοῦ ἀνέσπασεν.

577. Θρηῖκίῳ] μόνοι γὰρ οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ οὖν ἀπό τινος Θρᾳκὸς ἐπικούρου τότε ἀνέλαβεν, ἢ καὶ πρὶν ὡς καλλιστεῦον εἶχεν. ἔστι δὲ ἡ καλουμένη παρʼ αὐτοῖς ῥομφαία. τὸ δὲ ἄραξεν ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν.

583. τόξου πῆχυν ἀνεῖλκεν] οἱ μὲν τὴν νευρὰν κατὰ Δωριεῖς, οἱ δὲ τὸ κέρας.

588. τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τοὺς ἀστάχυας ἀναρρίπτουσι, θρίνακας καλοῦσιν.

589. θρώσκωσιν κύαμοι] περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. τῷ δὲ ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως.

590. καὶ τίνα καὶ πότε δεῖ λικμᾶν ἐδίδαξ λέγει γὰρ ὅτι καὶ ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ ἀναβάλλειν αὐτὰ, τὸν ἄνεμον ἔχων συνεργόν.

599. οἰὸς ἀώτῳ] ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ κῶλα τῆς σφεν- δόνης, οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν Ἐπαφρόδιτος· νῦν δὲ τὸ τοῦ ἐρίου λεπτότερον καὶ καθαρώτερον, ὅθεν καὶ αἱ σφενδόναι ἐπλέκοντο.

608. ἐπέσχε τὴν ὁρμὴν τοῦ δόρατος. καυλῷ δὲ τῷ τῆς ἐπιδορα- τίδος αὐλῷ, εἰς ὃν ἐνίεται τὸ ξύλον.

611. ὑπʼ ἀσπίδος] τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην· ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς, ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς.

612. ἐλαΐνῳ] παρὰ τὸ ἐλαία· ἐλαίινος γὰρ ἦν, καὶ Ἀττικῶς ὑφῄρηται τὸ ῑ.

πελέκκῳ] τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ πελέκεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τό ἡμιπέλεκκα δηλοῖ.

617. δυικῶς τὸ αἱματόεντε. διὰ δὲ τοῦ πέσεν ἐδήλωσεν οὐ χυθέντας τοὺς ὀφθαλμοὺς, ἀλλʼ ἅμα τῇ ἰδίᾳ πήξει ἐκπεπτωκότας. ἐπεὶ γὰρ κατὰ τὴν ἄνω τῆς ῥινὸς ἀρχὴν γέγονεν ἡ πληγὴ, πιθανὸν ἐντεῦθεν ἐξωσθῆναι τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης.

620. λείψετέ θην] οὐκέτι παρέσεσθε, φησὶ, πολεμήσοντες ἐπʼ [*](11. *ἀναρρίπτουσι] ἀνερείπτουσι 24. *κατασχίσαι] σχίσαι)

29
αὐτάς. ἐν ἤθει οὖν ὁ λόγος. λείπει δὲ εἰς τὸ οὕτω γε τὸ ἀναιρού- μνοι.

621. ὑπερφίαλοι] ἄσπονδοι, παράνομοι. εἰρωνικῶς δὲ τὸ ἀκόρη- τοι, ἐπεί φησιν “ἀμφὶ σὲ Πηλέως υἱὲ μάχης ἀκόρητον” (Il. 20, 2). ἢ οἱ μηδὲ καίπερ πολεμούμενοι καὶ φθειρόμενοι τὴν Ἑλένην ἀποδιδόντες.

622. ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ ἔχει τὸν δέ. ὁ δὲ νοῦς οὕτως· τοῖς εἰς ἐμὲ ὑμῖν πραχθεῖσιν ἄλλο οὐδὲν ἐνδεῖται γενέσθαι δεινόν.

623. κακαὶ κύνες] κατωφερεῖς διʼ Ἀλέξανδρον, ἢ ἀναιδεῖς δἰ Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ κατεχρήσατο, εἰς τὴν ἀνανδρίαν τῶν βαρβάρων. πρὸς δὲ μόνην ὑπήντησε τὴν λώβην.