Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

162. εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ ἴδια ἔρχεται. ὁ δὲ ἠέ ἀντὶ τοῦ καί, ὡς τὸ “εἰ δέ κ᾿ Ἄλρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20, 138).

166. *ἀλαπάζοντα] κενοῦντα· διὸ καὶ Ἀθηναῖοι τὰ κενώματα λάπαθα καλοῦσιν, ἐκ μεταφορᾶς τῆς λαπάθου καλουμένης βοτάνης. ἡ γὰρ λάπαθος κενωτική ἐστι τῶν κατὰ γαστέρα παθῶν· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλαπάζοντα.

167. βῆ δ᾿ ἴμεν] τὸ ὁμοειδὲς ἐκκλίνει, καὶ πρόθυμον Πάνδαρον ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει.

169. εὗρε Λυκάονος υἱόν] αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντι- καθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας.

171. πτερόεντες ὀϊστοί] οἰκεῖα τὰ ἐγκώμια τῶν ὀἵστῶν τῇ προ- τροπῇ, ὡς εἰς αὐτὸν ἀφορώσης μόνον τῆς τῶν Τρώων σωτηρίας.

172. *οὔτις] κατὰ ἀπόφασιν, ἀντὶ τοῦ οὐδείς.

177. εἰ μή τις] πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει. οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ θεᾶς. ἅμα δὲ καὶ ἦθος ὁ λόγος ἔχει.

[*](2. *ἐκδέξασθοι] εἰσδέξασθαι 4. γε] om. 5. ὅτι Vill.] ὃ)
241

178. κατὰ παρολκήν ἐστιν ἡ ἐπί πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν τόνον.

182. καὶ πῶς γινώσκει πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ᾿ αὐτὸν τὸν πόλεμον συναντῶσιν ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ᾿ ὅτε καὶ μὴ ὄντος πολέμου κατοπτεύοντες βλέπουσι τοὺς ἀλλήλων ἀριστεῖς.

*αὐλώπιδι] περικεφαλαίᾳ αὐλίσκον ἐχούσῃ καθ᾿ ὃν πήγνυται ὁ λόφος. τρυφαλείᾳ δὲ τῇ φάλους ἐχούσῃ τρεῖς· φάλοι δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας χρυσοῖ ἧλοι ἢ ἀστερίσκοι.

191. οὐκ ἐδάμασσα] ἠθικῶς φησὶ διὰ τὸ μὴ ἀναιρεθῆναι αὐτόν.

193. ἀλλά που ἐν μεγάροισι] κερτομεῖ τὸ ἑαυτοῦ φιλάργυρον, ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας χρημάτων φειδοῖ.

194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως, ἢ νέοι. ὅρα τὸν φειδωλὸν καὶ ἀχράντους φυλάξαντα ὡς ἀναθήματα τοὺς δίφρους, καὶ ταῦτα πλῆθος ἔχοντα συνωρίδων.

196. ἐρεπτόμενοι] κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις.

197. γέρων] ἐπιτείνει τὴν φειδωλίαν· τοὐναντίον γὰρ ἔδει. τὸ φιλότιμον δὲ τῶν νέων ἐπέχουσιν οἱ γονεῖς ὡς γέροντες· ὁ δὲ καὶ τοῦ γέροντος ἐναντίως μικρολογώτερος ὤφθη.

203. ἄδδην] Νικίας δὲ διὰ δύο γράφει δδ διὰ τὸ μέτρον, ὁμοίως τῷ “κύον ἀδδεές (Ιl. 21, 481). καὶ ψιλοῖ. ὁ δὲ Ἀρίσταρχος δ᾿ ἑνὸς δ καὶ βραχέως καὶ δασέως τὸ γὰρ ᾱ πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον δασύνεται “ἅδε δ᾿ Ἕκτορι” (Ιl. 12, 80) “ἅδος τέ μιν ἵκετο θυμόν” (Ιl. 11, 88). καὶ τὸ Ἄδωνις δέ τινες δασύνουσι παρὰ τὸ ἥδω.

206. ἤδη γὰρ δοιοῖσιν] ὡς πρὸς φίλον ὁμιλῶν ἐξέλκεται ὑπὸ μεγαλαυχίας καὶ τὰ ἑαυτοῦ ὁμολογεῖν ἀπόρρητα.

208. ἀτρεκὲς αἷμ᾿ ἔσσευα] ἀντὶ τοῦ ἀτρεκέως εἶδον αὐτὸ, οὐκ ἠπάτημαι. διαστολὴ δὲ εἰς τὸ βαλών.

211. μετὰ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ· ἡγούμην τῶν Τρώων χάριν φέρων τῷ Ἕκτορι. τὸ δὲ Τρώεσσιν καθολικῶς, ὡς τὸ “Τρώων δ᾿ οἰώθη καὶ Ἀχαιῶν” (Ιl. 6, 1), καὶ τοῖς ὑφ᾿ Ἕκτορος τεταγ- μένοις, ὡς τὸ “Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ” [*](21. * Νικίας] νεικίας 23. * βραχέως—δασέως] βραχέος—δασέος 34. *Τρωσὶ] τρώων)

242
(Ιl. 2, 816)· ἢ καὶ τοῖς Ζελείταις “οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, Τρῶες, τῶν αὖτ᾿ ἦρχε Λυκάονος ἀγλαὸς υἱός” (ib. 824). τινὲς δὲ μὴ θέλοντες Τρῶας εἶναι τοὺς Ζελείτας, τὸ Ἕκτορι ἀντὶ τοῦ δι᾿ Ἕκτορά φασιν, ὡς τὸ “σοὶ πάντες μαχό- μεσθα” (Ιl. 5, 875), οὐκ εὖ.

216. διακλάσσας] διὰ τῆς διπλασιάσεως τοῦ σ τὸν ἀπὸ τῆς συντριβῆς τῶν κεράτων γινόμενον ἦχον ἐμιμήσατο.

ἀνεμώλια] ἀνέμοις ἀπολέσθαι ὀφείλοντα, οἷον ἀλλαχοῦ (Od. 1, 241) φησὶν “ἅρπυιαι ἀνηρείψαντο,” τουτέστι θύελλαι, ἄνεμοι νιφώ- δεις.

219. νώ] ἐπὶ τῷδε τῷ ἀνδρί· ἐνταῦθα δὲ μόνον κέχρηται τῷ νω καὶ ἐν Ὀδυσσείᾳ ἅπαξ.