Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

222. Τρώϊοι] τοῦτο κοινὸν, εἰ μὴ τοὺς ἀπὸ Τρωὸς λάβοιμεν. Τμώϊοι] ἢ οἱ τῷ Τρωὶ κεχαρισμένοι ἀντὶ τῆς ἁρπαγῆς Γανυ- μήδους.

223. συνέτεμε τὸ ἐγκώμιον πρὸς εἰδότα λέγων. Διομήδης δὲ (263) ἐξέτεινεν, ὅπως μὴ καταφρονήσῃ ὁ Σθένελος.

224. τὼ καὶ νῶῖ] πιθανῶς ἀλαζονευόμενος ἐπ᾿ αὐτοῖς στέρεται αὐτῶν, καὶ πρὸ πείρας φυγὴν προσδοκᾷ. Διομήδης δὲ τοὐναντίον.

226. * σιγαλόεντα] τὰ εὐδιάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα καὶ θαυμαστὰ τῇ κατασκευῇ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα, οἱονεὶ σιγηλόεντά τινα ὄντα.

227. δέξαι] ἀπὸ τοῦ ἡνιόχου.

Ζηνόδοτος ἐπιβήσομαι· φησὶ γοῦν “εἰς ἅρματα ποικίλα βάντες” (239). ἐὰν δὲ γραφῇ ἀποβήσομαι, ἀντὶ τοῦ ἐκστήσομαι τῆς ἐπι- μελείας αὐτῶν.

231. ὡς ἄπειρος προφασίζεται, ἐπεί τοι Κεβριόνου ἀποθανόντος” ἄλλον Ἕκτωρ δίδωσιν ἡνίοχον, καὶ Διομήδης σὺν αὐτοῖς ἀγωνίζεται, καὶ Μενέλαος Αἴθῃ τῇ Ἀγαμέμνονος ἵππῳ.

233. *ματήσετον] μάταιόν τι πράξωσιν.

οὐδὲ περὶ αὐτῶν χρηστόν τι μαντεύεται. Δημοσθένης δέ φησι “δεῖ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, [*](1. οἳ δέ—Τρῶες] om. 13. *λάβοιμεν] λάβωμεν 4. * ὡς τὸ—εὗ] om. 21. *θαύματος ἐντιθέντα] θαυμα- 9. *νιφώδεις] νειφώδεις στῶς ἐντιθέμενα)

243
τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δʼ ἃ ἂν ὁ θεὸς διδῷ μάλα γενναίως” (p. 258).

241. τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους.

242. αἶψα] ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός.

245. ἀπέλεθρον] ἀντὶ τοῦ ἄμετρον, πολλήν· τὸ γὰρ πλέθρον μέτρον ἐστὶ γῆς, ἔχον πήχεις ξς΄ δίμοιρον.

ὁ μέν] ἀντὶ τοῦ τούτων ὁ μέν, ὁ δέ ὡς τὸ “ἐξ ὁμόθεν πεφυῶτε, ὁ μὲν φυλίης, ὁ δ᾿ ἐλαίης” (Od. 5, 477). στιγμὴ δὲ εἰς τὸ ἔχοντας· ἀπέλεθρον δὲ λέγει τὴν ἀνάριθμον. τὸ δὲ πέλεθρον ἔχει πήχεις ξς΄ καὶ δίμοιρον.

246. υἱὸς δ᾿ αὖτε Λυκάονος] οὐκ ἀκαίρως γενεαλογεῖ· συνίστησι γὰρ ἐκ προγόνων αὐτοὺς, οὐκ εὐχερῆ τὴν πρὸς τούτους μάχην δεικνύς. καὶ ἐπὶ μὲν τοῦ πατρὸς εὔχεται, ἐπὶ δὲ τῆς μητρὸς ἐστίν, ὡς τὸ “μήτηρ μέν τέ μέ φησιν” (Od. 1, 215).

249. ἐφ᾿ ἵππων] ἀντὶ τοῦ εἰς ἵππους, ὥσπερ ἐπὶ Ἀθηνῶν πλεῖν φαμὲν, καὶ “πέτανται ἐπ᾿ ὠκεανοῖο ῥοάων” (Il. 3, 5).

οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης ἐπὶ τῶν ἵππων κελεύει, ἀλλ᾿ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν πρὸς ἱππέας ἀγωνίζεσθαι· ἐπικίνδυνον γάρ.

252. ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα ἀνάβασιν φυγὴν ὁρίζει, καὶ τὸ μετακινῆσαί τι τῆς στάσεως ἐν οἵᾳ κατελήφθη. ἠθικὸν δὲ τὸ σέ, καὶ τῶν πάνυ φίλων. ἠθικὸν δὲ καὶ τὸ ὀΐω.

256. ἔα] συστέλλεται τὸ ᾱ καὶ βαρύνεται, ἵν᾿ ᾖ παρατατικοῦ εἴων εἴας εἴα, καὶ τὸ προστακτικόν “ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας” (Il. 1, 276). ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν ὁ παρατατικὸς ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμη- ρικῷ λυθήσεται· τὰ γὰρ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο ᾱᾱ, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ῑ γράφεται “οὐχ ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), “ἥτ᾿ ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9, 323), “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ ἐάᾳ ἀποκέκοπται, ἔνθεν καὶ συνεστάλη τὸ α καὶ βεβάρυνται. ἀν- δρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα, τῷ πάντα τῇ θείᾳ ἀνατι- θέναι προνοίᾳ.

[*](1. *ἃ ἂν] ἃ om. 2. μάλα] *om. 6. *πλέθρον] πέλεθρον)
244

257. τούτω δ᾿ οὐ] πολὺ τὸ διάφορον αὐτοῦ καὶ τῶν Πανδάρου λόγων.

258. γενναῖον τὸ λῆμα, εἰ μὴ ἀμφοτέρων, ἀλλά γε τοῦ ἑτέρου κρατήσειν πέπεισται. ἅμα δὲ καὶ ἀνθρωπίνως οὐ περὶ τῶν δύο ἀπο- φαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἀνατίθησιν.

284. * κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον, τὴν λαγόνα, διὰ τὸ κενὸν εἶναι αὐτὸν ὀστέων.

293. παρὰ νείατον ἀνθερεῶνα] ζητοῦσι πῶς τοῦ Πανδάρου τῷ δόρατι πεπληγότος κατὰ τὸν ὀφθαλμὸν τὸ δόρυ ἐξῆλθε διὰ τοῦ γενείου. ῥητέον οὖν ὅτι ἡ Ἀθηνᾶ μείζων οὖσα καὶ ὑψηλοτέρα ἄνωθεν κατενεχθῆναι ἐποίησε τὸ δόρυ, ῥῖνα παῤ ὀφθαλμὸν, καὶ οὕτως λευκοὺς διεπέρησεν ὀδόντας.

306. *ἰσχίον λέγεται τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα.

334. *ὀπάζων] ἡ λέξις αὕτη πλείονα σημαίνει, ποτὲ μὲν τὸ περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ “Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει.” ποτὲ δὲ τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις “χειμάρρους κατ᾿ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ” (ΙΙ. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέ- γεσθαι, ὡς τὸ “ἦ, καὶ νεώτερον υἱὸν ὀπάσσατο κυδαλίμοιο” (ΙΙ. 19, 238)· ποτὲ δὲ τὸ διώκειν, ὡς ἐνταῦθα.