Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

117. ὑποστικτέον εἰς τὸ πολέμῳ. ἄμεινον δὲ ὀρθοτονεῖν τὸ ἐμέ, ἴν᾿ ᾖ καὶ ἐμὲ ὡς ἐκεῖνον.

118. ἢ ἐμὲ ἰσχῦσαι πάλλειν τὸ δόρυ κατὰ τοῦ βαλόντος, ἢ ἐκεῖνον ἐλθεῖν πρὸς ἀντίστασιν τοῦ ἐμοῦ δόρατος. μόνον δὲ πλησιάσαι Πάνδαρον εὔχεται· πέποιθε γὰρ αἱρήσειν αὐτόν.

119. ὅς μ᾿ ἔβαλε φθάμενος] καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ τὴν ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν. ἅπτεται δὲ τῶν κρειττόνων ἡ τῶν χειρόνων μεγαλαυχία.

122. γυῖα δ᾿ ἔθηκεν ἐλαφρά] οἰκείως· τρωθεὶς γὰρ ἐβεβάρητο. οὐκ ἔχομεν οὖν εἰπεῖν, πῶς ἀριστεύει πάλιν;

126. Τυδεύς] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων δὲ φονεύσαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον. κατ᾿ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ ἐξ οὐρανοῦ φέρουσαν, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.

127. * Πορφυρίου. διὰ τί ἡ Ἀθηνᾶ ἀφείλετο τῷ Διομήδει τὴν ἀχλὺν, ὄφῤ εὖ γινώσκοι πότερον θεός ἐστιν ἢ ἄνθρωπος; καί φαμεν μέχρι τοῦ τὴν Ἀφροδίτην τρῶσαι καὶ τὸν Ἄρεα ἔδωκεν αὐτῷ τὴν δωρεὰν, ἀλλ᾿ οὐκ ἀεί. τρωθέντων δὲ τούτων. πάλιν κατὰ τὸ σιωπώ- μενον ἀποδίδοται καὶ ἡ οἰκεία ἀχλὺς, δι᾿ ἣν ἀγνοεῖ καὶ τὸν Γλαῦκον. καὶ ἀναπυνθάνεται πότερον θεός ἐστιν ἢ ἄνθρωπος.

παιδευτικῶς ἐδογμάτισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν παρεστάναι τὸν θάνατον καὶ τὸ θεῖον εὐχοίμεθα.

128. ὄφῤ εὖ γινώσκοις] ὅπως εὖ διακρίνοιο καὶ τὸν ἄτρεπτον θεὸν καὶ τὸν ὡς ἄνδρα πάλιν θεόν.

131. ἀτὰρ εἴ κε] ἡ γὰρ πρακτικὴ φρόνησις, καὶ καταφρονεῖν αὐτὸν παρασκευάζει τῶν ἡδονῶν.

[*](4. * προῳκονόμησε] προρῳκοδόμησε 21. * τὴν ἀθανασίαν] om. 9. * αἱρήσειν] αἱρήσων 22. *Πορφυρίου] om. hic et p. 20. *αὐτοῦ] αὐτὴν 237, 8.)
237

132. διὰ τί κατὰ χειρὸς τιτρώσκεται ἡ Ἀφροδίτη: ὅτι τῆς χειρὸς λαβομένη παρῄνει τὴν Ἑλένην.

136. ὥστε λέοντα] καλῶς τῶν μὲν τετραπόδων τὰ ἀσθενέστερα παρείληφε, τῶν δὲ θηρίων τὸν ἀλκιμώτατον λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον, τὰ δὲ τοῦ φυλάττοντος ἔρημα.

137. ἐπ᾿ εἰροπόκοις ὀΐεσσιν] ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ “ποιμαίνων δ᾿ ἐπ᾿ ὄεσσι μίγη” (Il. 6, 25).

*Πορφυρίου. ἐν μὲν τοῖς ἀγροῖς τὰς οἰκοδομὰς οὕτω καταλέγου- σιν. αὐλὴ, καὶ ἐν ταύτῃ σταθμοὶ, ἔνθα ἕστηκε τὰ ζῷα, καὶ κλισίαι, ἔνθα καθεύδουσιν οἱ ἄνθρωποι, καὶ σηκοὶ, ἔνθα ἐγκλείουσι τὰ νεογνὰ, ὅταν τὰς μητέρας ἀμέλγωσιν ἢ εἰς νομὴν ἐκπέμπωσι. καὶ ἐπὶ μὲν τῆς αὐλῆς “ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾿ εἰροπόκοις ὀΐεσσιν χραύσῃ μέν τ᾿ αὐλῆς ὑπεράλμενον, οὐδὲ δαμάσσῃ.” λέγει δὲ καὶ μέσαυλον, ὅτι ὁ τῆς αὐλῆς τόπος ἐν μέσῳ ἐστὶ τῶν βοῶν καὶ ἀπὸ μεσαύλοιο (Il. 11, 548) αὐλῆς. ἐν χόρτῳ δέ φησι (ib. 774) τῷ περιωρισμένῳ τόπῳ καὶ περιέχοντι τὸ χώρισμα τῆς αὐλῆς. περὶ δὲ τῶν σταθμῶν “ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ᾿ ἐρῆμα φοβεῖται,” δηλονότι εἰς τόπον ἐνδοτέρω τῆς αὐλῆς, ὃν σταθμὸν προσηγόρευον ἀπὸ τῶν ἑστώτων ἐν αὐτῷ ζῴων. διὸ καὶ Ἥφαιστος ποιεῖ “σταθμούς τε κατηρεφέας ἠδὲ σηκούς” (Il. 18, 589)· κατηρεφεῖς γὰρ καὶ ἐστε- γασμέναι αἱ κλισίαι διὰ τὸ τὴν αὐλὴν μὴ εἶναι τοιαύτην· τὸ γὰρ κατηρεφέας ἐκ κοινοῦ τῶν τε κλισιῶν καὶ τῶν σταθμῶν ἀκούουσιν. σηκοὶ δὲ ἔνθα συνέκλειον τὰ νεογνά· “ὡς δ᾿ ὅταν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σπαίρουσιν ἐναντίαι, οὐδέ τι σηκοὶ ἴσχουσ᾿ , ἀλλ᾿ ἀδινὸν μυκώμεναι ἀμφιθέουσι μητέρας” (Od. 10, 410). ἔρσας καλεῖ ὁ ποιητὴς τὰς ἁπαλὰς καὶ νεογνὰς, καὶ νεηγενέας γαλαθηνάς (Od. 4, 336). συμβέβηκε ταύτας ἐν τοῖς μυχοῖς καθεῖρχθαι. καὶ πάλιν “Τρῶες δ᾿ , ὥστ᾿ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκασιν, ἀμελγόμεναι γάλα λευκὸν, ἀζηχὲς μεμακυῖαν ἀκούουσαι ὄπα ἀρνῶν” (Il. 4, 433)· αὗται γὰρ ἐν τῇ αὐλῇ ἀμέλγονται, τὰ δὲ ἀρνία ἐν τῷ σηκῷ κατακέκλεισται. λέγει δὲ πάλιν “στείνοντο δὲ σηκοὶ ἀρνῶν ἡδ᾿ ἐρίφων” (Od. 9, 219). ἐκ τούτων τοίνυν μεταφέρων ἐπὶ τῶν Τρώων φευγόντων φησὶν “ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες” (Il. 8, 130)·

238
ἠλάθησαν γὰρ τῆς Ἰλίου εἰς τὸν ἐνδότατον τόπον, ὡς εἰς σηκὸν ἄρνες. ταῦτα μὲν οὖν ἐν ἀγροικίᾳ· ἐν δὲ τῇ πόλει ἀνάλογον τῷ σταθμούς τε κλισίας τε κατηρεφέας ἠδὲ σηκοὺς λέγειν, πλὴν τόδ᾿ ἄῤ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν. αἴθουσαι δὲ αἱ ὑψηλαὶ στοαὶ ἀνθήλιοι, παρὰ τὸ καταίθεσθαι ὑπὸ τοῦ ἡλίου. εἶτα αὐλή· κατὰ γὰρ παράλειψιν τῆς αὐλῆς ἔφη τὰ ἕρκεα· ἐν γὰρ ἄλλοις τὸ πλῆρες ἔφη “καὶ τότ᾿ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς” (Il. 9, 475)· καὶ πάλιν ἄλλως ἔφη “παρὲκ μέγα τειχίον αὐλῆς” (Od. 16, 165)· ἄλλοι δὲ ἀκρι- βέστερον αἰθούσας λέγουσι τῆς αὐλῆς τὰς στοὰς, ἵνα μὴ ἔξω ὦσι τῆς αὐλῆς, ἀλλὰ τὸ μὲν ἄστεγον καὶ ὑπαίθριον αὐλὴ, αἱ δὲ πέριξ τοῦ ὑπαιθρίου στοαὶ αἴθουσαι· αὐτὸς γὰρ ἔφη “οὐδέποτ᾿ ἔσβη πῦρ, ἕτερον μὲν ὑπ᾿ αἰθούσῃ εὐερκέος αὐλῆς, ἄλλο δ᾿ ἐνὶ προδόμῳ πρόσθεν θαλάμοιο θυράων” (Il. 9, 471). ἦσαν γὰρ μετὰ τὰς αἰθούσας οἱ πρόδομοι, ὧν πάλιν ἐνδότεροι θάλαμοι, σὓς καὶ μυχοὺς καλοῦσι διὰ τοῦτο· “κέκλετο δ᾿ Ἀρήτη λευκώλενος ἀμφιπόλοισι δέμνι᾿ ὑπ᾿ αἰ- θούσῃ θέμεναι” (Od. 7, 335)· εἶτα ἐπιφέρει “ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπ᾿ αἰθούσῃ ἐριδούπῳ· Ἀλκίνοος δ᾿ ἄῤ ἔλεκτο μυχῷ δόμου ὑψηλοῖο.” ὅτι γὰρ τῆς αὐλῆς τῆς αὐτῆς ἔνδον εἰσὶν οἱ δόμοι, σαφῶς παρίστησι διὰ τούτων “αὐτίκ᾿ ἔπειτ᾿ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος” (Od. 16. 407)· εἶτα ἐπάγει “κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς αὐλῆς ἐκτὸς ἐὼν, οἱ δ᾿ ἐνδόθι μῆτιν ὕφαινον.” καὶ πρόδομος οὖν ὁ μεταξὺ τόπος τοῦ τε δόμου καὶ τοῦ θαλάμου· “ἄλλο δ᾿ ἐπὶ προδόμῳ πρόσθεν θα- λάμοιο θυράων” (Il. 9, 473). καὶ ὅταν οὖν λέγῃ “ἀλλ᾿ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλήν” (Od. 22, 375), ἐκ τῶν δόμων λέγει.

138. χραύσῃ] εὖ τὸ μὴ φάναι τύψῃ ἢ βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν.

140. **οἱ μὲν οὕτως ἑρμηνεύουσιν, ἔνιοι δὲ οὕτως, τάδ᾿ ἐρῆμα, τουτέστι τὰ πρόβατα ἔρημα γενόμενα τοῦ ποιμένος φεύγει.

141. ἀγχηστῖναι] οὕτως γὰρ συνέρχονται ἀλλήλαις, ἐπειδὰν πτοηθῶσιν. ἤτοι δὲ τὰς ζώσας φησὶν ἢ τὰς καταβαλλομένας. διὰ δὲ τοῦ κέχυνται τὸ πλῆθος δηλοῖ, ὡς τὸ “μελισσάων ἀδινάων” [*](1. ἐνδότατον] ἐνδότα 22. *ὃς] ἃς)

239
(ΙΙ. 2, 87) καὶ “μῆλ᾿ ἀδινά” (Od. 1, 92). ἐναργῶς δὲ τὸ τῶν δεδιότων ἐσήμανε σχῆμα.

142. ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς. ἢ ἀντὶ τοῦ καθάλλεται. ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγομεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δὲ, εἴγε καὶ ὑψηλῆς οὔσης τῆς αὐλῆς ἅλλεται αὐτήν. ἔστι δὲ ὡς τὸ “Τρώων ὁρμήσειαν” (Il. 4, 335)· οὐ γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν.

143. ὣς μεμαώς] δῆλον ὅτι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίω- σιν. οὐκέτι δὲ καθ᾿ ἕνα, ἀλλὰ σύνδυο ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας.

147. πλῆξεν] ἀπὸ μετοχῆς εἰς ῥῆμα, ὡς τὸ “ἰοῖσίν τε τιτυσκό- μενοι λάεσσί τ᾿ ἔβαλλον” (Il. 3, 80).

150. καὶ ἄλλως ἔστιν εἰπεῖν οἷσπερ μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους. ἔστι γὰρ ἕν τι τῶν ἀμφιβόλω· ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ ἐπανερχομένοις, ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται. οὐχ ὅτι οὐδαμῶς ἔκρινεν αὐτοῖς ἐρχομένοις ὁ πατὴρ τοὺς ὀνείρους καὶ τὰ συμβησόμενα ἐμαν- τεύσατο, ἀλλ᾿ ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου ἔκρινεν αὐτοῖς τοὺς ὀνείρους.

ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύσατο. ἔστι δὲ ὅμοιον τῷ “ἀλλ᾿ οὔ οἱ τότε γε χραῖσμ᾿ Ἄρτεμις” (53).

153. *τηλυγέτω] ὅτι μὲν ὁ τηλύγετος δηλοῖ παῤ αὐτῷ καὶ τὸν μόνον γενόμενον παρίστησι τὰ ὑφ᾿ Ἑλένης περὶ Ἑρμιόνης λεγόμενα “παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν” (Il. 3, 175). ση- μαίνει δὲ τὸν τηλοῦ τῆς ἡλικίας τῷ πατρὶ γεγονότα, ὡς ἐνταῦθα· ὡς ἐπὶ δυοῖν γὰρ γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη “ἄμφω τηλυ- γέτω· ὁ δ᾿ ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ᾿ οὐκ ἔτεκ᾿ ἄλλον.” ἐπὶ τοίνυν τοῦ Ἰδομενέως, ὅταν λέγῃ “ἀλλ᾿ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς” (Il. 13, 470), ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν μονο- γενῶν παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ ὡς τηλοῦ γενεᾶς ὄντα, τουτέστι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ “ἔνθα, μεσαιπόλιός περ ἐὼν, Δαναοῖσι κελεύσας, Ἰδομενεὺς Τρώεσσι μετάλ- μενος ἐν φόβον ὦρσε (ib. 361). παρέχει δὲ τὴν ἀμφίβολον ἐκ- δοχὴν αὐτὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος τοῦ Αἰνείου [*](29. * μὲν ἀκοῦσαι] ἀκοῦσαι μὲν *μονογενῶν] ὁμογενῶν)

240
“δεῦτε φίλοι καί μ᾿ οἴῳ ἀμύνετε, δείδια δ᾿ αἰνῶς” (ib. 481)· ἐκ γὰρ τοῦ οἴῳ ἀμύνετε τηλύγετον ἔστιν ἐκδέξασθαι τὸν μόνον. ὅταν δὲ ὁ αὐτὸς πάλιν ἐπάγῃ “καὶ δ᾿ ἔχει ἥβης ἄνθος, τε κράτος ἐστὶ μέγιστον· εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ᾿ ἐνὶ θυμῷ, αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην,” ἀμφίβολον γίνεται, μὴ ὅτι μὴ τηλύγετόν γε ἔοικεν ἐπὶ τοῦ μὴ ὁμήλικος, ἀλλὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ μὴ ὁμήλικος “οὗτος δὲ προτέρας γενεῆς προτέρων τ᾿ ἀνθρώπων” (Il. 23, 790). ἀλλ᾿ Ἰδομενεὺς μὲν μεσαιπόλιος, καὶ διὰ τοῦτο τῆς προτέρας γενεᾶς.

μεθ᾿ σὓς οὐκ ἐπαιδοποίησεν ὁ πατὴρ, οἱ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ τεχθέντες. ἐλέγχει δὲ τοὺς ἐπὶ γήρᾳ οἰομένους δεῖν παιδο- ποιεῖν, ὅπως διαδόχοις χρήσαιντο, ὡς κακῶς οἰομένους· νικᾷ γὰρ ἡ πήρωσις.

158. χηρωσταί] οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι. χηρωσταί δὲ ὡς ἀθληταί. προληπτικῶς δὲ τοῦτό φησιν· οὔπω γὰρ ἀπέθανεν ὁ γέρων.