Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

82. οἶκτον ἔχει ἡ χεὶρ δίχα παντὸς τοῦ σώματος κειμένη· ὑπʼ ὄψιν γοῦν ἤγαγε τὸ πάθος.

83. ἔλλαβε πορφύρεος θάνατος] ὁ μέλας, ὡς τὸ “πορφύρεον δέ ἑ κῦμα κάλυψεν” (Il. 23, 693).

84. οἱ μέν] ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργησάντων.

85. ἡδὺ τὸ τῆς ἀποστροφῆς ὡς πρὸς πρόσωπον, οἷον “φαίης κεν ζάκοτόν τέ τινʼ ἔμμεναι” (Il. 3, 220)· ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν.

87. θῦνε] ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπέτεινε δὲ αὐτὸν τῷ χειμάρρῳ, προεικονίσας ἡμῖν τί ἐστι χείμαρρος· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῷ πλήθοντι, καλῶς δὲ κἀκ τῶν πασχόντων τοῦ ποταμοῦ τὴν βίαν ηὔξησεν.

[*](8. *ἀναίμων ὀστέων] ἀνέμων ἀστείων 32. *μόνον] μὴν)
235

88. *χειμάρρῳ] χτίμαρρος ὁ μὴ ἀέναον τὸ ὕδωρ ἔχων, ἀλλὰ χειμῶνος πληρούμενος ὑπὸ τῶν συνεχῶν ὄμβρων.

89. τὸν δ᾿] ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ “πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε” (92).

90. * ἀλωάων] χωρίων ἀμπελοφύτων ἢ δενδροφύτων.

92. αἰζηῶν] ἀντὶ τοῦ ἀνθρώπων· ἐμφαντικῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομούμενα παρασύρεσθαί φησιν.

98. καὶ βάλʼ ἐπαΐσσοντα] καλῶς τιτρώσκει Διομήδεα, ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ἡ δὲ ὁρμὴ ἡ Διομήδους, καὶ τῷ βέλει συνήργησεν.

99. θώρηκος] τοῦτον ἐγκωμιάζων Ἕκτωρ ἡφαιστότευκτον οἶδε καλεῖν (Il. 8, 195), ἐπεὶ καὶ τὸ Πανδάρου τόξον Ἀπόλλωνος. γύαλον δὲ τὸ περὶ τὸν ὦμον κοῖλον τοῦ θώρακος μέρος.

101. ἄϋσε Λυκάονος ἀγλαὸς υἱός] οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο. διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι “τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν.” οὐ φθέγγεται δὲ τρώσας Μενέλαον, ὅτι ἡ πρᾶξις αἰσχρὰ, καὶ ἔλεγχον βασιλείας ἔχει καὶ παρασπονδισμόν.

103. ἄριστος] ἀντὶ τοῦ ἀριστεύς· Αἴας γὰρ μετʼ Ἀχιλλέα. ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγῶ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98). ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ.

108. ἔστη] γενναῖον τὸ Διομήδους ἦθος, ὅτι μὴ τελείως ἀναχωρεπῖ, καίπερ καιρίαν λαβὼν τὴν πληγήν.

110. ὄφρα μοι] οὐδὲν ἀποιμώζει πρὸς τὴν πληγὴν, ἀλλὰ φέρει γενναίως καὶ μόνην τὴν χρείαν ἐπιζητεῖ.

111. Σθένελος δέ] πρεπόντως οὐδὲν ἐπιζητεῖ Σθένελος· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ.

112. βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου] αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία, ἵνα μὴ πάλιν τιτρώσκοιτο ταῖς ἀκίσιν ὑποστρε- φούσαις.

113. ἀνηκόντιζε] ἐμφαντικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.

114. ἠρᾶτο] οὐ περὶ τῆς ἰάσεως, ἀλλὰ τῆς τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ εὐχόμενοι τοῖς θεοῖς τὰ [*](12. * τοῦτον] τοῦτο 19. *παρασπονδισμόν] παρασπονδησμόν)

236
ἐπίθετα ποιοῦνται, καὶ νῦν μὲν ὁ καταπονούμενος ἀτρυτώνην, ἡ δὲ εὐχομένη τὴν Ἴλιον σώζεσθαι ἐρυσίπτολιν (Il. 6, 305). οἱ δὲ τὴν λείαν λαβόντες ἀνατιθέασι τῇ ληΐτιδι (Il. 10, 460).

116. μοι] ἀντὶ τοῦ μου. προῳκονόμησε δὲ τὸν Τυδέα ὁ ποιητής.