Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

451. ἀμφὶ δ᾿ ἄῤ εἰδώλῳ] καὶ πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν, τὴν ἀχλὺν ἀφῃρημένος “ὄφῤ εὖ γινώσκοι θεὸν ἠδὲ καὶ ἄνδρα;” ῥητέον δὲ ὅτι τὸ εἴδωλον ἀμφοτέρων τούτων ἐστέρηται.

453. *Πορφυρίου. τὸ λαισήϊα εἰ καὶ ἄλλοι ἄλλως ἀποδεδώκασιν, ἀλλ᾿ ἐγώ φημι σάκη λέγειν κοῦφα ἤγουν ἐλαφρά (τοῦτο γὰρ δηλοῖ τὸ πτερόεντα), λαισήϊα δὲ εἰρῆσθαι τὰ ἐν τῇ λαιᾷ βασταζόμενα μικρὰ ἀσπιδίσκια, ὥς ποτε ἔφη “ὁ δ᾿ ἀριστερὸν ὦμον ἔκαμνεν, ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον” (ΙΙ. 16, 106). πτερόεντα δὲ ὡς κοῦφα· “τῷ δ᾿ εὖτε πτερὰ γίνετο (ΙΙ. 19, 386).

λαισήϊα οἱ μὲν τοὺς ἐπιμήκεις θυρεοὺς, οἱ δὲ ἐκ τριχωδῶν δερμά- των γεγονότα· οἱ δὲ καὶ λάσια εἶναί φασιν.

454. Ἄρηα] φυλάσσεται μὲν αὐτὸς τὴν πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλλοπρόσαλλον.

461. Τρωὰς] ἀντὶ τοῦ Τρωῖκάς· καὶ δεῖ ὑποστίζειν εἰς τὸ στί- χας. εἰ δὲ γράφει Τρῶας, ὑποστικτέον εἰς τὸν δέ, ἵν᾿ ᾖ τὰς δὲ στίχας, ἤτοι τάξεις ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυνεν· ἢ οὕτως τοὺς Τρῶας μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν.

465. ἐς τί] τὸ ἐς ἀντὶ τοῦ ἕως, τὸ δὲ τί ἀντὶ τοῦ τίνος, ἵν᾿ ᾖ ἕως τίνος· διὸ καὶ εἰς τὸ τί ἡ ὀξεῖα. καὶ ἔστι πρόθεσις ἀντὶ ἐπιρρή- ματος.

466. ἢ εἰσόκεν ἀμφὶ πύλῃς] ὅμοιόν ἐστι τῷ “ἢ μένετε Τρῶας” (ΙΙ. 4. 247).

467. κεῖται ἀνὴρ] οὐκ ἀγνοῶν τὰ περὶ αὐτοῦ τοῦτο λέγει, ἀλλὰ παρορμῶν. εὖ δὲ τὸ μὴ Ἀφροδίτης νῦν φάναι, ἀλλ᾿ Ἀγχίσου, ἵνα δειχθῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος.

[*](4. Post hoc scholion B a manu κρὸν] μικρὸν τῶν ὑφεστώτων] εἰ- secunda apponit folio 71 b quae κάσματα addit τὸ προσκυνῆσαι] apud Suidam leguntur s. v. εἴδωλον τὸ om. Σοφοκλῆς] καὶ Σοφοκλῆς (εἴδωλον—εἰς θεοὺς ἔπος) cum hac hic et infra καὶ οἱ τοῦ Ἐφραὶμ] scripturae diversitate ab editione οἱ om. Κusteri, αἰθεροειδής· καὶ Βακχυλίδης] 9. Πορφυρίου] om. ἀεροειδής· ὡς καὶ Βακχυλίδης μα-)
256

472. μένος οἴχεται] ἀνεδύετο γὰρ τὴν μάχην, οὐ διὰ δειλίαν, ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐπεπρυτανεύκει.

473. φῆς] ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοιοῦτον εἰς τοὺς συμμάχους. λαῶν δὲ λέγει τῶν τῆς πόλεως.

477. ἔνειμεν] οὕτως αἱ Ἀριστάρχου. τὸ ἁπλοῦν ἐστὶν εἰμέν· πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.

479. τηλοῦ γὰρ Λυκίη] ὅμοια τοῖς Ἀχιλλέως “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα” (ΙΙ. 1, 156).

480. ἔνθ᾿ ἄλοχόν τε] ὅτι τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐχ ὡς ἀστυγείτονα δεδιὼς, ἀλλ᾿ οὐδὲ πόθῳ χρημάτων ἁλούς.

481. κτήματα πολλά] ἔχω, φησὶ, τὰ πρὸς ζωὴν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυνεύειν.

482. ἀλλὰ καὶ ὣς] ἀντιπαραβαλὼν ἑκατέρους τοὺς λαλοῦντας, ὄψει πόσον πρὸς αἰσχύνην ὁρῶσιν οἱ λόγοι.

485. τύνη δ᾿ ἕστηκας] ἀπὸ τοῦ σύ ἐστιν ἐν παραγωγῇ τύνη. πῶς δὲ ἂν αὐτὸς ἀμελῶν τοὺς ἄλλους πείσειε προκινδυνεύειν αὐτοῦ;

486. ὤρεσσι] ταῖς ὑμῶν. ὅμοιον δέ ἐστι τῷ “ἄλοχοι δ᾿ ἄλλοισι μιγεῖεν” (ΙΙ. 3, 301). αὔξει δὲ τὸν γάμον. ὤρεσσι δὲ ἀπὸ τοῦ ὀαρίζειν κατὰ συγκοπήν· καὶ “ὀάρων ἕνεκα σφετεράων” (ΙΙ. 9, 327).

487. *ἁψῖσι] ψιλωτέον τὸ ἀψῖσι.

ἁλόντε] ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων ἑαυτὸν, ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου ὁμοίωσις οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περιληφθέντων.

490. σοὶ δὲ χρὴ] ὀνειδιστικῶς· ὃν ἐχρῆν καὶ τοὺς ἄλλους ὀτρύ- νειν, ὑπὸ τῶν συμμάχων προτρέπεται.

492. *ἐχέμεν] ἐπιμελεῖσθαι, καὶ βαστάζειν καὶ ὑπομένειν τὸν πόλεμον καὶ μὴ ὑποχωρεῖν καὶ φεύγειν.

ἀποθέσθαι ἐνιπήν] τοιοῦτος γὰρ Ἕκτωρ· “οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος ἐνθάδ᾿ ἀφ᾿ ὑμετέρων πολίων ἤγειρα ἕκαστον” (ΙΙ. 17, 221). ἀπὸ κοινοῦ δὲ τὸ χρή.

493. δάκε] ἠνίασε· “θυμοδακὴς γὰρ ὁ μῦθος” (Od. 8, 185).