Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

494. αὐτίκα δ᾿ ἐξ ὀχέων] ἔδει γὰρ ἔργοις, ἀλλ᾿ οὐ λόγοις ἀπολο- γεῖσθαι.

[*](5. *οὕτως αἱ Ἀριστάρχου] om. 14. ’ὁρῶσιν] om. 16. *πείσειε] ἔπεισε)
257

495. καὶ εἰς τὸ δοῦρα δύναται καὶ εἰς τὸ στρατόν εἶναι στιγμή· εὐκρινὲς γὰρ κατ᾿ ἄμφω τὸ νόημα.

499. ἀλῳάς] ὡς ἀγαθάς· ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ σὺν τῷ ι γρά- φεται· ἀπὸ γὰρ τοῦ ἀλοιῶ ἐστίν.

502. ὑπολευκαίνονται ἀχυρμιαί] καλῶς ἡ ὑπό· οὐ γὰρ ἀθρόα ἡ τῶν ἀχύρων ἐπὶ τὴν ἅλω φορὰ, κατ᾿ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα τοῦ ὑποδεχομένου αὐτὰ χωρίου· ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατ᾿ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός. κατ᾿ ὀξεῖαν δὲ τὸ ἀχυρμιαί, Ἰωνι- κώτερον ὂν, ὡς τὸ ἀγυιαί θαμειαί ταρφειαί. εἰσὶ δὲ οἱ τόποι ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα.

505. ἂψ ἐπιμισγομένων] ἐκ δευτέρου τῶν Τρώων προσμιγνύντων τοῖς Ἀχαιοῖς. καὶ οἱ μὲν ἡνίοχοι ἐπιστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβάται τὸ μένος φέρουσιν.

506. ἀμφὶ δὲ νύκτα] ὁ Ἄρης σκοτοῖ αὐτοὺς, ὡς εἰ καὶ θέλοιεν, μὴ δύναιντο φυγεῖν, ὡς τὸ “πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν” (ΙΙ. 21, 6). ἢ ἑαυτὸν ἐσκέπασεν, ὅπως μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ ἵνα οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο. στιγμὴ δὲ εἰς τὸ μάχῃ.

509. *χρυσάορον αὐτὸν ὠνόμασεν οὐχ ὡς ὑπεζωσμένον χρυσοῦν ξίφος (ἀνοίκειον γὰρ Ἀπόλλωνι τὸ ὅπλον· τοξότης γὰρ ὁ θεός), ἀλλ᾿ ἐπειδήπερ ἐξ ἀνατολῆς χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν, εὑρέθη πρέπον ἡλίῳ διὰ τὰς ἀκτῖνας τὸ χρυσάωρ. ὅθεν, οἶμαι, κἀν τῇ θεομαχίᾳ Ποσειδῶνι ἵσταται διαμιλλώμενος· ἀεὶ γὰρ ἄσπονδος ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν ἀποκεκληρωμένων. διὰ τοῦθ᾿ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη καὶ παρὰ τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις ἀκτῖσι τοῦ ἡλίου· πρὸς γὰρ Ἀπόλλωνα ποίαν ἔχει πρόφασιν ἐξαίρετον ἀπεχθείας;

511. πιθανῶς αὐτοὶ τῆς ἀδικίας προάρχουσιν, ἵνα μὴ προλάβῃ ἡ θεομαχία.

512. πίονος] τοῦ κεκνισωμένου καὶ λελιπασμένου.

516. μετάλλησάν γε μὲν οὔτι] πιθανῶς τὸ ψυχρὸν τῆς δισσολο- γίας περιεῖλε, τὴν διάθεσιν αὐτῶν τὴν ἄδικον ἤδη ἐμφήνας.

520. οἱ δὲ καὶ αὐτοί] ἱκανὸν καὶ τοῦτο πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλ- ληνες· δικαίως οὖν ἀνθίσταται ἡ Ἀθηνᾶ τῷ Ἄρει.

258

522. νεφέλῃσιν ἐοικότες] διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι ὕστερον κινηθήσονται.

523. νηνεμίης] ποικίλως ἄνω μὲν ἀπὸ ταραχῆς ἀνέμου ἔλαβε τὴν εἰκόνα, ἐνταῦθα δὲ ἀπὸ νηνεμίας.

524. ὄφῤ] τὸ ἐν ὅσῳ ἐνταῦθα δολοῖ. τὸ δὲ εὕδησιν τὸ εὕδει. τὸ δὲ ἀτρέμας καὶ τοῖς ἄνω δύναται καὶ τοῖς κάτω συνάπτεσθαι.

526. ἀέντες] ὡς τιθέντες· ἀπὸ τοῦ ἄημι παράγεται.

528. πολλὰ κελεύων] ἄνω παραλιπὼν αὐτὸν, ἰάσατο διὰ τοῦ πολλά τὸ ἐλλεῖπον.

529. ἀνέρες ἔστε] οὐκ εἶπεν ἀνδρεῖοι, ἀλλὰ μὴ προδῶτε, φησὶ, τὴν φύσιν.

530. ἀλλήλους τ᾿ αἰδεῖσθε] εἰκότως· κατὰ φῦλα γάρ εἰσι. δογ- ματίζει δὲ ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ, ἀλλὰ καὶ ἐν πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ἐμὲ, ἀλλ᾿ ἀλλήλους. τελεία δὲ εἰς τὸ ὑσμίνας.

531. αἰδομένων δ᾿ ἀνδρῶν] οὐ γὰρ τὸ περὶ αὐτοῦ μόνον σκοπεῖ. ἀλλ᾿ αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους χωρίζει.

533. * Πορφυρίου. τὸ ἦ ὅτι μὲν ταυτὸν σημαίνει τῷ ἔφη δισυλ- λάβῳ καὶ τῷ φῆ διγραμμάτῳ ῥήματι παῤ Ὁμήρῳ δῆλον· καὶ δοκεῖ γεγενῆσθαι τὸ ἡ ἀπὸ τοῦ φῆ κατὰ ἀφαίρεσιν τοῦ φ. ζητοῦσι δὲ τίς ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ. διαφέρειν δὲ φαίνεται ὅτι τὸ μὲν ἐπὶ προειρημένοις λόγοις ἐπιλέγεται, οἷον ἐν τούτοις “ἦ καὶ κυανέῃ- σιν ἐπ᾿ ὀφρύσι νεῦσε Κρονίων” (ΙΙ. 1, 528) “ἦ καὶ ἐπ᾿ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν (ib. 219)· προειπόντος γὰρ τοῦ Διὸς καὶ τοῦ Ἀχιλλέως ταῦτα ὁ ποιητὴς λέγει, καὶ δι᾿ ἀμφοτέρων ὅλων τῶν ποιήσεων οὕτως αὐτὸ καὶ μόνον ὑποτάττει. τὸ δὲ φῆ καὶ τὸ ἔφη καὶ προτάσσεται τῶν ῥηθησομένων λόγων, καὶ τούτοις ὑποτάσσεται. καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ ἔφη πρὸς τὸ ἦ, δευτέρα δὲ αὕτη· τὸ μὲν γὰρ ἦ καθ᾿ ἕνα σχηματισμὸν ἐκφέρεται, καὶ σημαίνει ῥῆμα τὸ εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου, δηλωτικὸν ὑπάρ- χον τρίτου προσώπου· τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας τοὺς χρόνους καὶ τοὺς ἀριθμοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται, καὶ τρέπεται καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια. παρὰ δὲ τοῖς Ἀττι- κοῖς ἐστί τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμματον ἦ, σημαίνει δὲ [*](18. * Πορφυρίου] om. Scholion turae. totum repetitum ad Od. 8, 186 31. κλίσιν] Addendum videtur nulla fere cum diversitate scrip- δέχεται)

259
δύο, τὸ μέν τι ταὐτὸ τῷ παῤ Ὁμήρῳ· χρῶνται γὰρ αὐτῷ παραπλη- σίως ἀντὶ τοῦ ἔφη, κατὰ τοῦ τρίτου προσώπου· τὸ δέ τι ταὐτὸ τῷ ὑπῆρχον, ὃ ποιεῖ ἦν, ὅπερ ἐπιπολάζει νῦν. τῶν δὲ Ἀττικῶν οἱ μὲν ἀρχαῖοι μονογράμματον αὐτὸ προεφέροντο, οἱ δὲ νεώτεροι σὺν τῷ ν. καθάπερ τῶν πρεσβυτέρων τινές. χρῆται δὲ τούτῳ ὁ ποιητὴς ποτὲ μὲν εἰς δύο συλλαβὰς διαιρῶν αὐτὸ καὶ δύο γράμματα βραχέα, οἷον ἐπὶ τοῦ Νέστορος “εἴ ποτε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει” (ΙΙ. 4, 321) καὶ “τοῖος ἔα ἐν πολέμῳ, ἔργον δέ μοι οὐ φίλον ἦεν” (Od. 14, 222)· τούτων τὸ πρότερον ἐκτείνων γράμμα εἰς τὸ συγγενὲς τὸ η, οἷον “ἀλλ᾿ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης” (Od. 10, 156). ἐν γὰρ τούτοις ταυτόν τι λέγει τῷ ἤμην. τὸ δὲ μονοσύλ- λαβον οὐχ εὑρίσκομεν παῤ αὐτῷ κατὰ τῆς δυνάμεως ταύτης, ἀλλὰ κατὰ τῆς ἑτέρας μόνον. τῶν δὲ Ἀττικῶν ἐστὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ “γυνὴ δ᾿ ἐκείνου πρότερον ἦ, νῦν δ᾿ οὐκέτι,” καὶ παρὰ τῷ Σοφοκλεῖ ἐν τῇ Νιόβῃ (fr. 399) “ἦ γὰρ φίλη ἐγὼ τῶνδε τοῦ προφερτέρου, καὶ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ( Ο. R. 1123) “ἦ δοῦλος οὐκ ὠνητὸς, ἀλλ᾿ οἰκοτραφής,” καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ (Rep. 1 p. 328 c.) “οὐ γὰρ ἐγὼ ἔτι ἐν δυνάμει ἦ τοῦ ῥᾳδίως.” καὶ ἀκόντισε] καλῶς τοῖς ἑαυτοῦ πρώτως ὑπακούει κελεύσμασιν, τύπον τοῖς ἄλλοις παρεχόμενος.