Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
155. περιπαθῶς αὐτῷ διαλέγεται, καὶ τὸν θάνατον οἰκειοῦται τοῦ ἀδελφοῦ, ὅπερ ἐστὶ τῶν μᾶλλον στεργόντων τινάς.
156. προστήσας] μεταφορικῶς ἀπὸ τῶν θυμάτων ἅπερ προϊστῶσι τῶν βωμῶν. τὸ δὲ πρὸ Ἀχαιῶν οἶκτον καὶ σπουδὴν καὶ πόνον κινεῖ τοῖς Ἕλλησιν.
157. Τρῶες] κοινῇ γὰρ ἅπαντες παρεσπόνδησαν. καὶ λόγῳ μὲν τὸ μονομάχιόν φησιν, ἔργῳ δὲ τὸν δόλον ἐσοφίσαντο. μετʼ ἀγανα- κτήσεως δὲ εἴρηται· διὸ καὶ ἀπὸ ἄλλης ἀρχῆς ἐστίν. συνασχάλλων δὲ τῇ πληγῇ οὐ παραμυθεῖται.
158. οὐ μέν πως ἅλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεοὺς τὴν ἐλπίδα. ἄλλως τε καὶ ἐπεὶ πολεμεῖ διὰ τοῦτο λαλεῖ.
159. δεξιαὶ μὲν ἐγίνοντο ἴσως κατὰ τὸ σιωπώμενον. ἢ διὰ τὸ δέξασθαι τὰς τρίχας τοῦτο λέγει.
161. τελεῖ] ἀντὶ τοῦ τελέσει. εἰς δὲ τὸ μεγάλῳ ἐκδεκτέον τὸ κακῷ. εὐσεβὲς δὲ καὶ τὸ διʼ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν· τὸ γὰρ κεφαλῇσιν ἀπὸ μέρους αὐτοὺς δηλοῖ.
164. ἀπειλεῖ τοῦτο οὐχ ὑπʼ αὐτοῦ πάντως γενέσθαι, ἀλλʼ ὑφʼ ἑτέρων τινῶν. φησὶ γοῦν (171) “καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος,” ἢ μᾶλλον διὰ τούτων τοὺς ἀκούοντας προτρέπεται πολε- μεῖν.
166. * ὑψίζυγος] ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον. ἢ ὁ ἐν ὕψει καθήμενος.
167. ἐπισσείῃσιν] ἀντὶ τοῦ μέλλοντος. ἐρεμνὴν δὲ τὴν σκοτοποιὸν, ὡς τὸ “ Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν” (Il. 17, 594).
169. ἀλλά μοι] ἠθικῶς φησὶ μὴ εἶναι ὠφέλειαν ἑαυτῷ, εἰ οὗτος μὲν ἀπολεῖται, ὕστερον δὲ τίσουσι δίκην οἱ Τρῶες. περιπαθῶς δὲ πάλιν τούτου ἀνακαλεῖται τὸ ὄνομα.
171. πολυδίψιον] πολυβλαβὲς διὰ τὴν ἧτταν. ἔστι δὲ πλεο- νασμὸς τοῦ δ. διὰ τί δὲ οὕτως οὗτος ὑποστρέψειν φησίν; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἀπελεύσονται, Τρῶες δὲ κερτομήσουσιν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ μάχη μενεῖ. τεχνικῶς δὲ διʼ ὧν ἀπολοφύρεται, ὡσεὶ καταλειφθησόμενος ὑπὸ τῶν συμμάχων, εἰ Μενέλεως ἀποθάνῃ, κατέχειν αὐτοὺς πειρᾶται τεθνηκότος ἢ καὶ μὴ τοῦ Μενελάου.
*τινὲς δὲ, πολυδίψιον τὸ πολλοῖς ἔτεσι διψῶν· ἄνυδρον γὰρ τοῦτο ἂν ἔνυδρον ἐποίησεν ὁ Δαναός.
173. εὐχωλὴν Πριάμῳ] κινητικὴ τοῦ πλήθους ἡ τῶν ἐχθρῶν εὐημερία.
176. ὑπερηνορεόντων] ὑπερηφανούντων· ἡ γὰρ ὑπὲρ ἄνδρα δύναμις ὑβριστὰς ποιεῖ τινάς.
177. τύμβῳ ἐπιθρώσκων] ὅσον ἐφʼ ἑαυτῷ βαρεῖαν τὴν ταφὴν τῷ νεκρῷ ποιεῖ, ἣν πάντες κούφην ἑαυτοῖς εὐχόμεθα εἶναι. παρατέταται δὲ τὸ πάθος, ἐπὶ ζῶντι καὶ παρόντι λεγομένων τῶν τοιούτων.
178. χρήσιμον ἀνεστραμμένης τύχης ὑπόδειγμα.
181. κεναῖς τῶν συστρατευσαμένων ἢ τῶν λαφύρων ἢ τῶν ἡρ- πασμένων· ἢ περιπαθῶς κενὰς αὐτὰς καλεῖ, ἐν αἷς οὐ πλεῖ ὁ Μενέ- λαος· τὸ δὲ ἀγαθόν κατʼ εἰρωνείαν, εἰ ἀπὸ τῶν Τρώων ᾖ. εἰ δὲ τοῦ
182. ἐπίρρημα ἀντὶ τοῦ εὐρέως, ὡς “ἀγορὴν αἰψηρήν” ἐν τῇ B (257) τῆς Ὀδυσσείας.
184. θάρσει] τοιοῦτός ἐστιν ὡς εἰ νοσῶν υἱὸς παραμυθοῖτο γονεῖς. ἄτοπος δὲ ἦν μαλθακευόμενος Μενέλαος, ἐκείνων τὸ πάθος οἰκειου- μένων. τὸ δὲ μὴ δειδίσσεο ἀντὶ τοῦ μὴ εἰς φυγὴν παρακάλει διὰ τοῦ ἐμοῦ θανάτου.
185. τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν λύπην τοῦ ἀδελφοῦ.
187. μίτρη] ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστί, καίπερ κατὰ τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα.