Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

191. φάρμαχ᾿] τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· ὅθεν καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὸ ἐκ τῆς βαφῆς στομοῦν φαρμάσσειν φησίν.

192. θεῖον κήρυκα] ὅτι Διός ἐστιν ἄγγελος. εἰκότως δὲ θαρσυν- θεὶς οὐ μηκύνει τὸν πρὸς Μενέλαον λόγον.

193. ὅττι τάχιστα] ὅττι τάχιστα ποιηταὶ, ὅσον τάχος Ἀττικοὶ, ἡ δὲ συνήθεια ὡς τάχος. οὐ καλεῖ δὲ ἄμφω, ὅτι ὁ μὲν περὶ τὰ τραύ- ματα, ὁ δὲ περὶ τὰ ἄλλα ἦν νοσήματα.

194. οὐ περιττὸς ὁ στίχος, ἀλλʼ ἐλπίδα διδοὺς τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλλοντι.

195. θορυβούμενος πέρα τοῦ δέοντος φέρεται. οὐδὲ οὗτος οὖν περιττὸς ὁ στίχος, ἀλλὰ μιμούμενος τὸ τῶν τεταραγμένων ἦθος.

199. βῆ δʼ ἰέναι] τὸ βῆ δὲ θέειν ἢ ἰέναι ἀνοίκεια τῷ παπταίνοντι, οὐδὲ τὴν ἔφοδον αὐτοῦ ἐσιώπησεν.

200. παπταίνων] ὄπτω πτῶ πταίω πιαίνω. ἦν δὲ πανταχόσε τοὺς ὀφθαλμοὺς ῥίπτων, ὡς μὴ λάθοι αὐτόν.

207. Τρώων πρὸς σύστασιν τῆς μάχης, Λυκίων ὡς ἀρίστων συμμάχων. οὐ διακόνου δὲ ὁ λόγος, ἀλλὰ φίλου καὶ συμπαθοῦς· τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς Μενέλαον συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ.

209. βὰν δʼ ἰέναι] περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν σπουδήν.

211, 212. ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγματα οὐ λυπεῖ μὴ γραφόμενα, ἀπόλλυσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν γὰρ τὸ τοὺς φίλους ἀγωνιῶντας περιεστάναι.

209

212. κυκλόσʼ] ὁ μὲν Ἀρίσταρχος κύκλος γράφει, καὶ τὸ ὡς ἐκδέχεται· ὁ δὲ Ἡρωδιανὸς κυκλόσε, ὃ καὶ ἄμεινον. ἰσόθεον δὲ αὐτὸν καλεῖ διὰ τὴν τέχνην.

213. αὐτίκα] καλῶς αὐτὸν παραχρῆμα τοῦ ἔργου φησὶν ἔχεσθαι. τὸ δὲ ἕκεν Ἰακῶς εἴρηται. τρεῖς δὲ βελουλκίας οἶδεν, ἐξολκὴν, ὡς ἐπὶ Μενελάου, ἐκτομὴν, ὡς ἐπʼ Εὐρυπύλου (Il. 11, 843), διωσμὸν, ὡς ἐπὶ Διομήδους (Il. 5, 112).

214. πάλιν ἄγεν] εἰς τοὐπίσω ἀνεκάμφθησαν. εἰ δὲ στίξομεν εἰς τὸ πάλιν, δύναται οὕτως εἶναι, τούτου εἰς τοὐπίσω ἑλκομένου καὶ διὰ τῆς αὐτῆς ἀνακαμπτομένου ἐμπήξεως συνεθλάσθησαν. ἄδηλοι δὲ ἦσαν συνεσφιγμένοι ἕως ἀφείθησαν.

217. πικρὸς ὀϊστός] τὸ τοῦ πληγέντος πάθος ἐπὶ τὸ τῆς ὀδύνης σἴτίον μετήγαγεν.

218. αἷμ᾿ ἐκμυζήσας] διὰ τὸ μὴ ἐμπυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν ἀπούλωσιν. ἤπια δὲ, ἐπειδὴ νευρώδεις οἱ τόποι καὶ αἰσθητικοί· διὸ οὐ προσίεται τὰ δάκνοντα φάρμακα. εἰδὼς πάσσε ἤτοι εἰδήμων ὤν. τρεῖς δὲ φαρμάκων ἰδέαι, ἐπίπαστα, ὡς ἐπὶ Μενελάου, χριστὰ, ὡς τὸ “ἰοὺς χρίεσθαι” (Od. 1, 262), πότιμα, ὡς ἐπὶ Ἑλέιης (Od. 4, 220).

219. τά οἱ] οὐκ ἐκεῖνα, ἀλλὰ τὰς αὐτῶν δυνάμεις καὶ πράξεις.

221. ἐπὶ Τρώων στίχες ἤλυθον] διὰ τί οἱ Τρῶες, εἴπερ πάλιν ἐκθέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐ ζητοῦσι τὸν βαλόντα, ἀλλʼ εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν βασιλέων πεπρᾶ- χθαι τὴν παράβασιν· καὶ εἰ μὲν τέθνηκε Μενέλαος, κρατήσειν Ἑλλήνων ἤλπιζον διὰ τὴν ἐπʼ ἐκείνῳ λύπην κατεπτωμένων, εἰ δὲ μὴ, κἂν φράσαι ἀόπλοις αὐτοῖς ἐμπεσεῖν. διὰ τί δὲ πάλιν Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναλαβέσθαι τὸ πταῖσμα ἅπαξ Μενελάου τρωθέντος.

222. κατὰ τεύχεʼ ἔδυν] συνῳκείωσε τὸν λόγον τῇ τῶν ὁπλιζο- μένων σπουδῇ. συσταλτέον δὲ τὸ ἔδυν· πληθυντικὸν γάρ ἐστι συγ- κοπὲν ἀπὸ τοῦ ἔδυσαν, ὡς τὸ “ἀλλήλοισιν ἔφυν” (Od. 5, 481). αἱ δὲ τοιαῦται συγκοπαὶ λῆξιν ἔχουσι τὴν παράληξιν τῆς γενικῆς τῆς μετοχῆς. ἀπὸ γὰρ τοῦ δύντος καὶ φύντος ἔδυν καὶ ἔφυν.

223. τότε καταπεσὼν τῇ φιλαδελφίᾳ νῦν ἀνοιστρεῖται τῇ προ- [*](21. πάλιν ἐκθέσθαι] πάλαι κατα- 25. κατεπτωμένων] *κατεπτοημένων θέσθαι 27. *ἀναλοβέσθαι] ἀναβαλέσθαι )

210
θυμίᾳ, καὶ τότε συμπαθὴς καὶ νῦν συμπρακτικός· ἐπειδὴ γὰρ τὸ παράδοξον τῆς παραβάσεως εἰς ἀθυμίαν αὐτοὺς ἐκάλει, διεγείρει αὐτούς. εὐκταῖον δὲ λίαν τὸν Ἀγαμέμνονα τῷ ἀκροατῇ ποιεῖ. βρίζειν δὲ τὸ ἀναπαύεσθαι.

224. οὐδʼ οὐκ ἐθέλοντα] ὑπεραποφαντικόν ἐστι τοῦτο· αἱ γὰρ δύο ἀρνήσεις ἀντὶ μιᾶς εἰσὶ καταφάσεως.