Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
124, 125. ἔτεινεν] ἀντὶ τοῦ τείνας κυκλοτερὲς ἐποίησεν. τὸ δὲ λίγξεν ὀνοματοποιία ἐστίν. ἐκ δὲ τῶν παρεπομένων τὴν ἄφεσιν δηλοῖ. τοῦ δὲ ἆλτο συνετμήθη ἡ λέξις πρὸς τὸ τάχος τῆς ἀφέ- σεως.
126. ὀξυβελής] ὀξέως βάλλων ἢ βληθείς. ἐμφαντικῶς δὲ τὴν [*](15. *πόληος] πόλιος)
127. οὐδὲ σέθεν, Μενέλαε] ἀποστροφὴ ἀπὸ προσώπου εἰς πρόσω- πον. προσπέπονθε δὲ Μενελάῳ ὁ ποιητής· διὸ συνεχέστερον αὐτῷ διαλέγεται, ὡς Πατρόκλῳ καὶ Εὐμαίῳ. εἴδη δὲ τῆς ἀποστροφῆς ταῦτα, τὸ παρὰ λέξιν, ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ· τὸ παρὰ φράσιν, ὅταν ἀπὸ τοῦ διηγήματος εἰς τό μιμητικὸν μετέλθῃ ἢ τοὐναντίον· τὸ ἀπὸ προσώπου εἰς πρόσωπον, ὡς τὸ νῦν “οὐδὲ σέθεν, Μενέλαε,” καὶ τὸ ἀπὸ τοῦ τόπου εἰς τόπον. τὸ δὲ οὐ λελάθοντο κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ἐφρόντισαν. ἡ δὲ ἀντίφρασις ἢ κατὰ ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐφήμησιν, ἢ παῤ ὑπόνοιαν, ὡς χωρίον σκληρὸν μὲν, οὐκ ἔχον δὲ ὕλην, δέον εἰπεῖν εὔγειον μέν.
129. βέλος ἐχεπευκὲς ἄμυνεν] μᾶλλον ἤμυνε πρὸς τὸ μὴ ἐχε- πευκές γενέσθαι.
130. μήτηρ] ἡ μήτηρ πρὸς τὸ εὔνουν· ἡ μυῖα πρὸς τὸ εὐχερῶς μὲν ἀποσοβεῖσθαι, μεταπηδᾶν δὲ εἰς ἕτερον τόπον· ὁ δὲ ὕπνος πρὸς τὸ ἀπαραφύλακτον καὶ ἀσθενὲς τῆς πληγῆς.
132. ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες] ἵνα μὴ χαλεπὴ γένηται ἡ πληγὴ, εἰς τοῦτο τὸ μέρος ἄγει, καθʼ ὃ ἀλλήλοις ἐπιφερόμενα τὰ πτερύγια τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ ζωστῆρος. ζωστὴρ δέ ἐστιν ἡ θωρα- κῖτις ζώνη, τὸν θώρακα οἱ φοροῦντες ζώννυνται.
133. δίπλοος ἤντετο θώρηξ] διὰ τὴν πρὸς τὸ ζῶμα συνένδησιν τοῦ χαλκοῦ θώρακος. Τήλεφος γάρ φησι τὸ ἀπὸ τοῦ αὐχένος ἄχρι ὀμφαλοῦ θώρακα καλεῖσθαι, τὸ δὲ ἀπὸ λαγόνων ἄχρι κνημῶν ζῶμα· περὶ δὲ τὸ ἦτρον ἡ μίτρα ἔσωθεν ἐριώδης, περὶ δὲ τὴν ἐπιφάνειαν χαλκῆ οὖσα πρὸς τὸ μὴ θλίβειν τὴν γαστέρα· διὸ τὴν συμβολὴν δίπλοον θώρακά φησιν. ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ζώματος καὶ τοῦ θώρακος ζώνη ἐπέκειτο συσφίγγουσα πάντα, ἣν ζωκτῆρα καλεῖ. ἢ οὕτως· τὰ πρὸς ταῖς λαγόσι μέρη τοῦ θώρακος διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις πτερύγια καλεῖται. ταῦτα δὲ ἐπι- τιθέμενα μόνον ἀλλήλοις, καὶ συσφιγγόμενα ὑπὸ τοῦ ζωστῆρος, διπλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν οὖν ἐν μὲν τῷ χρωτὶ [*](13. εὐφήμησιν] *εὐφημίαν 28. *πρὸς] διὰ)
135. ἐνταῦθα μὲν ἐσίγησε τὸ ζῶμα, ἐν δὲ τοῖς ἑξῆς (186) τὸ ἐναντίον· “εἰρύσατο ζωστήρ τε παναίολος ἡδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρη.”
138. διὰ τί μᾶλλον τοῦ θώρακος αὕτη βοηθεῖ; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων τὰ ὑπείκοντα.
140. αὐτίκα δʼ ἔρρεεν αἷμα] ἴσως φλὲψ ἦν λυθεῖσα ἐκ τοῦ χρωτός· χρὼς δέ ἐστιν ἡ τοῦ σώματος ἐπιφάνεια. καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιὰν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· “νέφος εἵπετο πεζῶν” (274). ἐπεξεργάζεται δὲ τὴν πληγὴν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. ὠτειλὴ δέ ἐστι μόνη ἡ ἀπὸ δόρατος πληγή.
*γίνεται δὲ παρὰ τὸ οὐτῶ.
141. ὄψιν ἡμῖν γραφικὴν διὰ τούτου παρέστησεν. θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ κόμη ξανθή. διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν τοῦτον οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγχροόν ἐστιν ἰσχυρότερον. φοίνικι δὲ ἄνθει ὃ ἀπὸ τῆς πρίνου συλλέγουσι Τροιζήνιοι. μιήνῃ δὲ τὸ μίξει, ἐκ τοῦ μία, ἢ βάψει· μιάμματα γὰρ τὰ βάμματα. Μῃονὶς δὲ ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. παρήϊον δὲ τὸ τῇ γνάθῳ ἐπικείμενον, ἀπὸ τοῦ παρειά.
143. θαλάμῳ] θάλαμος ὁ κοινὸς οἶκος· θάλαμος ἡ ἀποθήκη. καὶ θάλαμος ὁ κοιτών.
πολέες τέ μιν ἠρήσαντο] πολλοὶ μὲν, φησὶν, οἱ ἐπιθυμοῦντες λαβεῖν, μόνος δὲ βασιλεὺς ἐπιτυγχάνει.
145. ἀμφότερον] ἐπίρρημα, ἀντὶ τοῦ κατʼ ἀμφότερον, ἀλλʼ οὐκ ὄνομα. μεγαλοπρεπέστερον δὲ ἀπεργάζεται ὑπὲρ τοὺς ἵππους τὸν ἐποχούμενον.
146. τοῖοι] ἀντὶ τοῦ τοίως. περιπαθῶς δὲ τῇ ἀποστροφῇ ἐπιμένει ὁ ποιητής. τὸ δὲ μιάνθην ἀντὶ τοῦ μιανθήτην· ἔστι δὲ δυϊκὸν ἐκ συγκοπῆς.
147. Νικάνωρ τὸ εὐφυέες τῷ μηροί προσάπτει, οἱ δὲ ὑπομνημα- τισταὶ τῷ κνῆμαι. ἄμεινον δὲ τὸ Νικάνορος.
*σφυρά] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων [*](19. μιάμματα] *μιάσματα 20. *Μαιονίς] μαίονες )
148. δάρ] εἷς ὁ σύνδεσμος, οὐ δύο. διὰ τοῦ δ γραπτέον, μὴ διὰ τοῦ τ. δείκνυσι δὲ τοῦ μὲν τὸ φιλάδελφον, ὅτι πρὸ τοῦ τετρωμένου αἴσθεται, τοῦ δὲ τὸ καρτερικόν. ἐπʼ ἴσης δὲ ἄμφω ἀσχάλλουσιν, ὁ μὲν τοῦ ἀδελφοῦ, ὁ δὲ τοῦ πλήθους χάριν. μέλαν δὲ ὅτι τὸ μὲν ἐξ ἐπιπολῆς κατʼ ἀρχὰς φερόμενον πυρρόν ἐστι, τὸ δὲ τελευταῖον καὶ ἐκ βάθους μέλαν.
150. ῥίγησεν δὲ καὶ αὐτός] κοινῇ λέξει χρησάμενος ἐπʼ ἀμφοῖν τὸ τοῦ δέους ὑπέφηνεν ἴσον.
151. *ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας] νεῦρον μὲν ᾧ δέδεται τὸ σίδηρον τοῦ βέλους πρὸς τὸν κάλαμον, ὄγκους δὲ τὰς ἀκίδας καὶ ἐξοχὰς τῶν βελῶν.
ἐκτὸς ἐόντας] λείπει τὸ ᾔσθετο· πρὸ γὰρ τούτου οὐχ ὡρᾶτο ἐμπεπηγὸς τῇ παντευχίᾳ.
152. ἄψορρόν οἱ] ἤτοι ὀπισθόρμητος εὐθέως ἐπὶ τὴν πρώτην ἠνέχθη τάξιν.
ἐνὶ στήθεσσι] φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στήθη εἰδώς· ἐκεῖ τοίνυν καὶ τὸν λογισμὸν ἀθροισθῆναί φησιν.
154. χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δʼ ἑταῖροι] ἄφελε τὸν στίχον, καὶ τὴν σαφήνειαν μὲν οὐ βλάψεις, ἀπολέσεις δὲ τὴν ἐνάρ- γειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν τῶν συναχθομένων ἑταίρων διάθεσιν· ἠθικὸν γάρ ἐστι τοῦτο καὶ περιπαθές, καὶ τὸ βαρὺ τῆς λύπης ηὔξηται δἰ αὐτοῦ.