Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

93. ἦ ῥά νύ μοί τι πίθοιο] οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρί, εὐσχήμονα πρᾶξιν ὑποτιθεμένῳ. ἕτοιμον δὲ πρὸς πειθὼ τό τε μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν.

94. ἐπιπροέμεν] Ἀρίσταρχος μὲν βαρύνει τὴν ἐπί, Μενεκράτης δὲ ὑφʼ ἓν ἀναγινώσκει.

95. χάριν καὶ κῦδος] χάριν μὲν ὡς τῆς μάχης παύσας αὐτοὺς, κῦδος δὲ ὡς τὸν βασιλέα τῶν πολεμίων ἀνελών. βεβαιωτικῶς δὲ ἀναγνωστέον· ὅμοιον γάρ ἐστι τῷ “ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο” (Il. 9, 303). πιστὸς δὲ ὁ λόγος παρʼ ἀνδρὸς λεγόμενος ἐπιφανοῦς.

96. μάλιστʼ Ἀλεξάνδρῳ] προσαγωγικῶς, εἴ γε αὐτῷ Ἀλεξάνδρῳ τοῦτο ποιῶν χαρίεις εὑρίσκεται. ἀγχίνους δὲ φαίνεται τῷ ποιεῖν τοὺς ἐπαίνους τῷ καιρῷ οἰκείους.

97. πάμπρωτα παῤ ἀγλαά] πρῶτα μὲν ὡς καὶ ἄλλων δωσόντων, ἀγλαὰ δὲ ὡς παρὰ βασιλέως. ἀπείργει δὲ ἡμᾶς δωροδοκίας διὰ Πανδάρου καὶ Ἀντιμάχου. τινὲς δὲ ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συντασσομένη πτώσει.

99. σῷ βέλεϊ δμηθέντα] ἑλκυστικῶς τοῦτό φησιν, ὡς πάντως αὐτοῦ ἅμα τῷ βληθῆναι τεθνήξοντος.

*οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ὑπὸ τὴν γῆν, εἰ μὴ πρότερον ἔκαυσαν· εἶθʼ οὕτω τὴν τέφραν σὺν τοῖς ὀστέοις ἐχώννυον.

100. πῶς μὴ Ἀγαμέμνονα τοξεύει ἀκαθόπλιστον ὄντα, ἤ τινα τῶν ἀρίστων ἄλλον, ἀλλὰ τὸν ἐντεθωρακισμένον Μενέλαον; δῆλον οὖν ὡς ἀποτριβόμενος τὴν κατηγορίαν τῆς ἐπιορκίας, ἵνα δοκῇ μᾶλλον Ἀλέ- ξανδρος εἶναι ὁ ἐκ λόγου Μενέλαον τοξεύσας, ἀλλὰ μὴ Πάνδαρος.

101. Λυκηγενέι] ἀψευδέστατον γάρ ἐστιν Ἀπόλλωνος ἱερὸν ἐν Λυκίᾳ. πληροῖ δὲ αὐτὸν φρονήματος μείζονος, πολίτην αὐτοῦ τὸν θεὸν ὑποτιθέμενος εἶναι.

*φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυ- [*](23. ἑλκυστικῶς] *ἐφελκυστικῶς 25. *ὑπὸ] ἐπὶ)

202
πίαν εἰς Λυκίαν ἀπιοῦσα ἐγέννησεν ἐκεῖ τὸν Ἀπόλλωνα, τὸν περὶ τὴν τοξικὴν ἔνδοξον. τεσσάρων γὰρ τεχνῶν ἔφορός ἐστιν ὁ Ἀπόλλων, το- ξικῆς ἰατρικῆς μουσικῆς καὶ μαντικῆς.

*Λυκηγενῆ αὐτὸν προσηγόρευσεν οὐχ ὡς ἐν Λυκίᾳ γεγεννημένον· ἔξω γάρ ἐστι τῆς Ὁμηρικῆς ἀναγνώσεως ὁ νεώτερος οὗτος μῦθος· ἀλλʼ ὥσπερ, οἶμαι, τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει τὴν τὸ ἦρος γεν- νῶσαν, τουτέστι τὸν ὄρθρον, οὕτω λυκηγενῆ τὸν ἥλιον προσηγόρευσεν, ἐπειδὴ τοῦ κατὰ τὴν ὄρθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος. ἢ ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν· ὅρος γὰρ ἐτησίου χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ ιβ΄ ζώδια.

102. πρωτογόνων] νέων, ἐπειδὴ καὶ τὸ θεῖον ἀεὶ νεάζει. ἢ πρω- τευόντων ἐν γονῇ. ἢ ἠριτόκων· πρῶτον γὰρ πάσης ὥρας τὸ ἔαρ. πῶς δὲ ὁ Χρύσης (Il. 1, 41) ταύρων καὶ αἰγῶν θυσίαν ὑπισχνεῖται; ἐροῦ- μεν ὅτι τὰ ἀπόρρητα τοῦ θεοῦ σαφῶς εἰδὼς καὶ τὰ φίλα θύει· θυσίαις γὰρ αἰγῶν καὶ ταύρων ἥδεται. ὕλη γὰρ αὐτὰ τοῖς τόξοις κερασφόρα ὄντα. Πάνδαρος δὲ ὑπὸ Ἀθηνᾶς πειθόμενος τοξεῦσαι οὐκ αἶγας οὐδὲ ταύρους ὑπισχνεῖται, ἀλλʼ ἐρίφων πρωτογόνων θυσίαν. ἀποτυχεῖν γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο.

103. ἱερῆς εἰς ἄστυ Ζελείης] τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδαρον· ἢ ἐπεὶ χρηστήριόν ἐστιν ἐκεῖ τοῦ θεοῦ.

104. ἄφρονι] ὅτι θεοὺς ἐκάλει εἰς τὴν κατὰ θεῶν πρᾶξιν. διδάσκει δὲ μηδὲ θεῷ παρὰ τὸ δέον συμβουλεύοντι πείθεσθαι.

105. ἐσύλα] ὅτι ἡσυχῆ ἔμελλε κλέπτειν τὴν πρᾶξιν καὶ λύειν τὴν τῶν θεῶν πίστιν ὡς ἱερόσυλος. τοῦ ἰξάλου δὲ τοῦ ἱκνουμένου ἐπὶ τοὺς ἅλας· ψωριῶν γὰρ οὐδενὸς ἑτέρου μεταλαμβάνει. ἢ τὸν εἰς τὰς ἰξύας ἐρχόμενον, ὅ ἐστι κήλωνα. ἢ ἐντομίαν· οἱ γὰρ τέλειοι διωκόμενοι ἐντρίβονται τοὺς ὄρχεις. ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνάμενον.

106. προκατασκευάζει διὰ τούτου τὴν τοῦ ἀνδρὸς εὐστοχίαν. προ- δοκῇσι δὲ τόποις προβλήματα ἔχουσιν· οἱ δὲ ταῖς ἐνέδραις. ὕπτιον δὲ λέγει πεσεῖν, ἵνα τὸ καίριον τῆς πληγῆς δηλωθῇ, ὃ αὐτὸν ὑπτι- άζει.

109. κέρα] ἀποκοπή ἐστι τοῦ κέρατα· ἢ συναλοιφὴ τοῦ κέραα. [*](6. τὸ ἦρος] Conf. schol. ad 1, 477. 29. *εὐστοχίαν] εὐτυχίαν 18. *ἡ *Αθηνᾶ] om. 33. συναλοιφὴ] συναλιφὴ hic et 22. μηδὲ] μήτε alibi.)

203
πῶς δὲ δύναται κέρας εἶναι δύο καὶ ἥμισυ πήχεων, ἢ οὐκ ἐπὶ ἑκα- τέρου τοῦτο φησὶν, ἀλλʼ ἀμφοτέρων.

110. κεραοξόος —τέκτων] πᾶς τεχνίτης· ὅθεν λιθοτέκτονες καὶ χρυσοτέκτονες.

111. ἐπέθηκε] ἤτοι ἐπάνω ἔθηκεν. κορώνη δὲ πᾶν τὸ ἐπικαμπὲς, ἀπὸ μεταφορᾶς τοῦ ζῴου.

112. τανυσσάμενος] τουτέστιν ἐπαναβιβάσας τῇ κορώνῃ τὴν νευράν. βραχὺ δὲ διασταλτέον εἰς τὸ τανυσσάμενος.

113. ἀγκλίνας] ἀπερείσας. κατάφωρον δὲ αὐτὸν μᾶλλον ποιοῦσι τειχίζοντες τοῖς ὅπλοις. ἀλλʼ ἅμα ἔτεινεν, ἀφῆκε, καὶ οὐ κατὰ τὴν τοῦ λόγου διήγησιν.

117. σημειοῦται ὁ στίχος ὡς ἐνοχλῶν τῇ τάξει. καὶ τὸ ἀβλῆτα δὲ οὐχ Ὁμηρικόν· ἄμεινον δὲ τοῦ πτερόεντα τὸ πικρὸν ὀϊστόν. ἕρμα δὲ τὸ ἔρεισμα· συνέχει γὰρ ἕως ἀφαιρεθῇ τὴν ὀδύνην. ὅμοιον δέ ἐστι τῷ ἕρμα πόληος (Il. 16, 549). μελαινάων δὲ, ὅτι μελαίνονται αἱ σάρκες τῶν ἐκ πεφαρμακευμένων βληθέντων ὀϊκτῶν, ὡς τὸ μελαίνετο δὲ χρόα καλόν (Il. 5, 354).

118. αἶψα] τὸ αὐτίκα (105) καὶ τὸ αἶψα δηλοῖ ὡς καὶ αὐτὸς τοῖς δώροις ἐπτερωμένος ἦν. τὸ δὲ κατεκόσμει διὰ τὸ ἐπικίνδυνον τῆς βολῆς. ἀμέλει καὶ ὀϊστὸν ἐπιλέγεται, ὃν μάλιστα εὔστοχον οἴεται εἶναι. Ὀδυσσεὺς δὲ “ταχέας ἐκχεύατʼ ὁϊστούς” (Od. 22, 3)· κατὰ γυμνῶν γὰρ ἵησιν, οὐ στοχασμοῦ δεόμενος.

γλυφίδας] ἀντὶ ἑνικοῦ τὸ γλυφίδας. ἐπεὶ δὲ πρώτη βέλους ἐστὶν ἄφεσις αὕτη, εἰκότως αὐτὴν ἐν τῷ ἀρίστῳ ἐπεξεργάζεται. νόμον δὲ τοξείας γράφει. Σκύθαι μὲν οὖν ἐπὶ τῶν ὤμων τείνουσι, καὶ νεύροις ἱππείοις, Κρῆτες δὲ τούτοις ἐναντίως, καὶ νεύροις βοείοις. ἀπὸ δὲ τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ.

*γλυφίδες δέ εἰσιν αἱ παρὰ τοῖς πτεροῖς ἐντομαὶ τοῦ βέλους, ὅπου ἐντίθεται ἡ νευρά.