Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. δείκνυσι τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον, οἳ τῷ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν. διὰ δὲ τοῦ περὶ κῆρι ἐμφαίνει περὶ τῶν Τρώων, ὡς ὁμοίως αὐτῇ μισοῦνται ὡς ἐκείνῳ φιλοῦνται.

58. ἔνθεν] ἔντεχνον τὸ σχῆμα. τὰ γὰρ ἑαυτῆς δίκαια, διʼ ὧνπερ ὤφειλε τιμῆς τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα δόξης λαμβάνει, προσαγομένη τὸν θεὸν λεληθότως.

59. πρεσβυτάτην] νῦν τιμιωτάτην. πλανηθεὶς δὲ ἐντεῦθεν Ἡσί- οδος νεώτερόν φησι τὸν Δία (Th. 454).

ἀγκυλομήτης] ὁ καὶ τὰ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς.

60. ἐπὶ τῶν ἓξ τούτων ἡ γενεὰ λαμβάνεται, ἐπὶ ἡλικίας, ὡς τὸ “ὁπλότερος γενεήν” (Il. 2, 707)· ἐπὶ εὐγενείας, ὡς τὸ “γενεῇ μὲν ὑπέρτερος” (Il. 11, 796)· ἐπὶ ἐκγόνων, ὡς τὸ “ὄφρα μὴ ἄσπερμος γενεή” (Il. 20, 303)· ἐπὶ πατρίδος, ὡς τὸ “γενεὴ δέ οἵ ἐστʼ ἐπὶ λίμνῃ” (ib. 390)· ἐπὶ ὡρισμένου χρόνου, ὡς τὸ “τῷ δʼ ἤδη δύο μὲν γενεαί” (Il. 1, 250)· ἡ γὰρ τοιαύτη γενεὰ λ΄ ἔχει χρόνους· ἐπὶ φύσεως, ὡς τὸ “οἵη περ φύλλων γενεή” (Il. 6, 146). λαμβτά- νεται δὲ καὶ ἐπὶ χρόνου ζωῆς ἀνθρώπων, ὡς τὸ “ἐννέα γὰρ ζώει γενεάς.”

61. κέκλημαι] οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ γὰρ διότι σοῦ εἰμὶ γυνὴ τοῦ πάντων ἀνάσσοντος· τοῦτο δὲ δηλοῖ τὸ κέκλημαι. ἡδὺ δὲ καὶ τὸ τῆς ἐξαλλαγῆς· ἔδει γὰρ εἰπεῖν, σοῦ τοῦ πάντων βασιλεύοντος.

63. σοὶ μὲν ἐγὼ, σὺ δʼ ἐμοί] πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν χάριν, ὡς προκατάρχουσα καὶ οὐκ ἀμειβομένη. τὸ δὲ επω δηλοῦν μὲν τὸ λέγω ψιλοῦται, τὸ δὲ ἀκολουθῶ δασύνεται. ἀνάγκη δὲ πᾶσα τοῖς ἄρχουσι τοὺς ποσῶς ὑποκειμένους ἕπεσθαι.

64. τὸ θᾶσσον συντακτέον τῷ ἐλθεῖν· φησὶ γὰρ (70) “αἶψα μάλʼ ἐς στρατὸν ἐλθέ.”

66. πειρᾶν] οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν Πάνδαρον, ἀλλὰ πειρῶν- ται, εἰς πλείω τε ἁμαρτίαν προκαλοῦνται Τρῶας, ὅπως ἀξίαν τίσωσι δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέγων “κεῖνον δʼ αὖτις ἐγώ” (Il. 3, 440). τὸ δὲ πειρᾶν ἀντὶ τοῦ πειράτω.

[*](14. λίμνῃ] λήμνῳ aliis quattuor servavit, ἐννέα τοι ζώει 17. ζώει scripsi pro ζῶσιν, ex γενεὰς λακέρυζα κορώνη | ἀνδρῶν ἡ- Plutarcho Moral. p. 415 c, qui βώντων. Hesiodi versum integrum cum)
199

*οὐκ ἀσεβεῖ δὲ, φησὶν, ὁ Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε καὶ ὁ Ζεὺς ἀπέσταλκεν. ῥητέον οὖν ὅτι ὁ μὲν εἰδὼς κακῶς τοὺς ὅρκους γεγενημένους (οὐδὲν γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν) διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτοῦ τοῦ Πανδάρου, καὶ ὅτι αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀρι- στοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμηρου λύουσι λέγοντες προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τ᾿ αἴ κε θέλῃσιν,” οὐχὶ πείθειν.

ὑπερκύδαντας] μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ. μέγιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παράβασιν τῶν ὅρκων, ὥσπερ καὶ Ὀδυσσέως ἡ συχνὴ ναυάγησις διὰ τὴν εἰς Ποσειδῶνα βλασφημίαν. ὑπερκύδας δὲ ἐκ τοῦ κῦδος κύδος καὶ ὑπερκύδας.

69. αὐτίκʼ Ἀθηναίην] οὐ γὰρ ἀγγέλου μόνον, ἀλλὰ καὶ τοῦ πεί- σοντος Πάνδαρον ἔδει καὶ Μενέλαον σώσοντος· διὰ τοῦτο καὶ ἡ πάρος μεμαυῖα πέμπεται.

75. ἀστέρα νῦν φησὶ τὸν ἀστεροειδῶς ἀκοντιζόμενον. καλῶς δὲ ἡ πολεμικὴ πολεμικῷ σημείῳ εἴκασται. καλοῦσι δὲ τούτους διάτ- τοντας, καὶ δοκοῦσιν ἀπὸ συστροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέ- μους δηλοῦσιν. σπινθηρίζουσι δὲ, καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. ἐν ὅσῳ δὲ, φησὶ, ταραττόμενοι σκοποῦσι περὶ τοῦ πολέμου διὰ τὸ τέρας, ἐν τοσούτῳ ἡ Ἀθηνᾶ ὁμοιουμένη αὐτῷ εἰς τὴν γῆν παρεγένετο.

77. ἐὰν δηλοῖ τὸ ἄποθεν, βαρύνεται ἡ ἀπό· εἰ δὲ ἀναστρέφεται πρὸς τὸ ῥῆμα, ὃ καὶ βέλτιον, οὐ βαρύνεται.

79. κὰδ δʼ θορ᾿] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμ βος δὲ οὐδετέρως παρʼ Ὁμήρῳ, παρὰ δὲ Σιμωνίδῃ ἀρσενικῶς.

82. ἦ ῥʼ αὖτις πόλεμος] πόλεμον μὲν ἐκ τοῦ πυρὸς τοῦ ἀστέρος ὑφορῶσιν, διὰ δὲ τὲ τὴν σβέσιν διστάζουσιν.

83. τελείαν εἰς τὸ ἔσσεται φησὶ Νικάνωρ, εἰ καὶ ἀπαντᾷ ἡ ὑπόκρισις.

[*](5. *ὅτι] om. 9. οὐχὶ] *οὐχὶ δὲ 7. *ὡς] om. In aliis καὶ Ἀρι- 22. *λύονται] κωλύονται στοτέλης δἐ, omisso ὡς. 32. *ἀπαντᾷ,] ἀπατᾷ )
200

84. ὅστʼ ἀνθρώπων ταμίης πολέμοιο] καλῶς τοῦτο τῇ φιλότητι ἐπήγαγεν. ταμιεύει δὲ τὸ ἐναποκλείει.

86. ἀνδρὶ ἰκέλη] ἐνέπεσε μὲν τῷ πλήθει τῶν Τρώων ὡς ἀστὴρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ.

87. Λαοδόκῳ Ἀντηνορίδῃ] καλῶς τούτῳ εἰκάσθη. παρέβη γὰρ καὶ ἕτερον νόμον οὗτος πρὸ τοῦ νῦν· βούλεται δὲ παραβῆναι καὶ τοῦ- τον τὸν νόμον ἤτοι τῶν σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβουλεύων, ἔφη ἂν ὁ Πάνδαρος διὰ τί μὴ καὶ σὺ παραβήσῃ τοὺς ὅρκους εἰκό- τως δὲ ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καίτοι μὴ ὢν καλεῖται. ἀλλὰ καὶ κρατερὸς αἰχμητής, ἤτοι εἰς τὸ αἰχμάζειν ἰσχυρός.

88. διζημένη] εἰκότως εἰκασθεῖσα ἀνδρὶ καὶ τὰ ἀνδρῶν ποιεῖ. ἀντίθεον δὲ τὸν ἴσον Ἀπόλλωνι ἐν τοξείᾳ· τοὺς γὰρ ὑπερέχοντας ἔν τινι οὕτως φησίν. αἰσχροκερδὴς δὲ οὗτος, καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν φειδοῖ τροφῆς. ἀμύμονα δὲ αὐτὸν λέγει (89) τῷ σώ- ματι ἢ τῇ τέχνῃ ἢ τῷ γένει· οὐ γὰρ τοιοῦτος τοῖς τρόποις ἦν. ὡς μικρολόγον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ.

*Πορφυρίου. διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο, ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο: φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ (Il. 3, 454)ʼ τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις, ἵνα μὴ δαπανᾶ Il. 5, 202), καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. ἄλλοι δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου καταστοχάσασθαι καὶ τρῶσαι τὴν χεῖραʼ οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάν- δαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν ποιητὴν “Πάνδαρος, καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν” (Il. 2, 827), ὃ σημαίνει τὴν τοξικήν. καὶ ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.

90. ἀμφὶ δέ μιν] προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην. οὐκ ἄτοπον δὲ τοξότην μὲν εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους. Λοκροὶ γὰρ, περὶ ὧν φησὶ “καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ πεποιθότες- [*](17. *Πορφυρίου] om. 27. *χρεία] om. 28. τις] om.)

201
Ἴλιον εἰσανέβαινον” (Il. 13, 716), τοξόται μέν εἰσιν, ὁπλίτην δὲ ἔχουσι τὸν ἄρχοντα· ὁ γὰρ Αἴας ἔγχει ἐκέκαστο παρὰ πάντας Ἕλληνας.

91. οἵ] πρὸς τὸ λαῶν ἀπέδωκεν, ὡς τὸ “γενεαὶ ἀνθρώπων, οἵ οἱ πρόσθεν ἅμα τράφεν” (Il. 1, 251).