Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

226. ἵππους μὲν γὰρ ἔασε] τῇ φιλοπονίᾳ τοῦ σώματος διεγείρει τοὺς ὁρῶντας, ὥς πού φησιν “ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα” (Il. 10, 70)· ἐκκόπτει τε πᾶσαν ὑπόνοιαν δειλίας. ἄλλως τε γελοῖος ἦν καὶ ἐπαχθὴς ἀπὸ τῶν ἁρμάτων διαλεγόμενος τοῖς Ἕλλησιν.

*Πορφυρίου. ἐζήτηται πῶς τοὺς ἵππους καὶ τὰ ἅρματα εἴασε· τὸν γὰρ σπεύδοντα οὐκ εἰκὸς τὰ ἅρματα καταλείπειν. λύεται δὲ ἐκ τοῦ καιροῦ· ἔδει γὰρ οὐ μόνον παρελθεῖν, ἀλλὰ καὶ πρὸς ἕκαστον διαλεχθῆναι· σοβαρὸν γὰρ ἐφαίνετο τὸ ἀπὸ τοῦ ἅρματος ὁμιλεῖν.

228. Πείραιος Πειραίδης, Πειραΐδης κατὰ διάστασιν. ἀναπαύει δὲ αὐτοῖς τὴν δύναμιν, εἰς τὴν μέλλουσαν ταμιευόμενος μάχην.

235. οὐ γὰρ ἐπί] στρατηγὸς οὗτος ὁρᾶται ὃς τὴν αἰτίαν τῆς ἀθυμίας ἐλπίδα νίκης ἐπέγραψεν. ἐν βραχεῖ δὲ προὔτρεψε, δύο προ- βαλὼν, θεοῦ βοήθειαν καὶ λαφύρων ἐλπίδα. ἡ δὲ ἐπί πρὸς τὸ ἀρωγός.

236. πρότεροι] καὶ οὗτοι παρὰ τοὺς ὅρκους ποιοῦσιν, ὅτι πρότεροι τῆς μάχης ἦρξαν.

240. μεθιέντας] εἰκὸς γὰρ ἦν ἀγνοεῖν αὐτῶν ἐνίους τὸ πραχθέν.

241. χολωτοῖσιν] τοῖς ἀπὸ κινήσεως λεγομένοις χολῆς, ἢ πρὸς χολὴν τοὺς ἀκούοντας ἄγουσιν.

242. ἰόμωροι] οἱ μὲν, ἰῶν φύλακες. ἐπονείδιστον δὲ τὸ μόνον τοξεύειν. ἀμέλει δὲ καὶ εἰδότες οὐ τοξεύουσιν. οἱ δὲ, περὶ ἰοὺς πεπονημένοι. τετάρακται δὲ τῇ Μενελάου λύπῃ.

243. εἰκὸς γὰρ αὐτοὺς ἐπὶ τῷ παραδόξῳ ἐκπεπλῆχθαι. εὗρε δὲ εἰκόνα καὶ τὴν ἡλικίαν καὶ τὴν ἀνδρείαν ὀνειδίζουσαν. πρόχειρον γὰρ καὶ εἰς φυγὴν ἔλαφος. ἀλλὰ γὰρ καἰ καμοῦσαι μάτην ἐκπε- πληγμέναι λοιπὸν ἵστανται.

247. ἡ μένετε Τρῶας σχεδὸν ἐλθέμεν] ἀνδρείας ἐγερτικὸν ἅμα καὶ θάρσους σωτηρίας ἀπόγνωσις. βραχεῖα δὲ διαστολὴ καὶ εἰς τὸ θαλάσσης καὶ εἰς τὸ ἐλθέμεν.

[*](11. *Πορφυρίου] om. 13. *καὶ] om. 26. *καί] om.)
211

249. ὄφρα ἴδητ᾿ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων] ἐπεὶ ἔλεγεν (235) “οὐ γὰρ ἐπὶ ψεύδεσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,” συνει- σφέρειν τὸν οἰκεῖον πόνον κελεύει, οἱονεὶ τῇ τοῦ θεοῦ ὑπηρετοῦντας βουλήσει, ὥς φησι καὶ ὁ τραγικὸς ἔνθεν λαβών “τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει.” τοῦτο οὖν πρῶτος Ὅμηρος εἶπεν.

250. κοιρανέων] ἔργα πρέποντα βασιλεῖ ποιῶν.

251. ἐπὶ Κρήτεσσι] πρὸς Κρῆτας, ὡς “ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν” (Il. 2, 89). οὓς δὲ κατέλεξεν Ἑλένη (Il. 3, 166), τούτους πάλιν ἡμῖν δηλοῖ· καὶ ὃ παραλέλοιπεν ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ.

253. συὶ εἴκελος] διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος· ἢ ὅτι δεύτερον λέοντος σῦς. Αἴας δὲ καὶ Ἀγαμέμνων καὶ Ἀχιλλεὺς εἰς λέοντος εἰκόνα φέρονται ἀλκιμωτάτου ζῴου.

254. πυμάτας ὤτρυνε φάλαγγας] οὐκ εἶπε συνῆν αὐταῖς, ἀλλʼ οἷον εἰς ἔρεισμα αὐτῶν ἦν. ἦσαν οὖν οἱ μὲν ἐχόμενοι ἔργου, οἱ δὲ παρασκευαζόμενοι· τὸν πλέονα δὲ πόνον ἀναδέχεται, καὶ τὸ τιμιώ- τερον ἀφίησι τῷ βασιλεῖ. τινὸς δὲ πύματα τὰ ἀριστερὰ τῆς παρα- τάξεως.

257. πέρι μέν σε τίω] τῶν τιμῶν αὐτὸν ὑπομνήσας προθυμότερον εἰς τὸ παρὸν ποιεῖ, τῶν αὐτῶν ἐφιέμενον πάλιν.

258. ἐνὶ πτολέμῳ] τῇ διαιρέσει τῶν λαφύρων. ἀλλοίῳ δὲ τῇ προεδρίᾳ, τῇ συμβουλῇ. ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται, Ἰδομενεὺς θεὸς ὣς, Αἴας ἕρκος Ἀχαιῶν, Ἀγαμέμνων ἀγαθὸς βασι- λεὺς, Ὀδυσσεὺς δόλιος.

259. ἐν δαίθʼ] τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἔτι παρὰ Κυμαίοις. γερούσιον δὲ τὸν τοῖς ἐντίμοις διδόμενον· κατελείπετο γάρ τι τῶν λαφύρων εἰς τὰς κοινὰς εὐωχίας.

266. Ἀτρείδη, μάλα μέν τοι] συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀριστεύσειν ὑπισχνεῖται, ἀλλʼ οὐκ ἀδικήσειν τὴν ἑταιρείαν.

274. νέφος] τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μεταφορᾶς καὶ εἰκόνα πεποίηκεν.

275. αἰπόλος] ὑψίνομοι γὰρ αἱ αἶγες καὶ δύσριγοι. καλῶς δὲ ἀπὸ ὕψους ὁρᾷ, οὐδενὸς ἐπιπροσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος [*](2. *πατὴρ Ζεὺς ἔσετ’] ζεὺς πατὴρ 4. ὁ τραγικὸς] Euripides fr. 435. 24. ἔτι] *ἔτι νῦν ἔσσεται 3. *πόνον] om.)

212
ὄμβρον ἐπάγει. εὖ δὲ καὶ ὑπὸ ζεφύρου ἐλαύνεσθαί φησιν αὐτό· οὖτος γὰρ μάλιστα νέφη συνάγει καὶ δεινὴν χειμῶνος ἀπειλὴν, εὖρος δὲ καὶ νότος χειμῶνα παύουσι διαλυομένων εἰς ὄμβρον τῶν νεφῶν. παρεικάζει δὲ τὸν μὲν Αἴαντα ζεφύρῳ, τὸν δὲ στρατὸν νέφει, τοὺς δὲ Τρῶας τῷ ποιμένι. τινὲς δὲ νέφος τὸ ἄτακτον πλῆθός φασιν.