Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

786. *Πορφυρίου εἰς τὸ γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς. οὐ λέγει ὅτι τῇ γεννήσει σοῦ ἐστὶν ὑπερέχων, ἵνʼ ᾖ πρεσβύτερος. ὥς τινες τῶν τραγικῶν ἤκουσαν· πῶς γὰρ ἂν ἐπήγαγε “πρεσβύτερος δὲ σύ ἐσσι·” ἀλλʼ ὑπερτέραν γενεὰν λέγει οὐ τὴν χρόνῳ ὑπερέχουσαν, ἀλλὰ γένους ἀξίῳ, ὥς που ἔφη “τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ· χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων, ἐς γενεὴν ὁρόων,” καὶ ἐπάγει “μηδʼ εἰ βασιλεύτερός ἐστι (Il. 10, 237). τὸ γενεῇ ὑπέρτερος ἔφη ἐν ἄλλοις “Τρώων εὐηγενέων” (Il. 23, 81) καὶ “εὐηγενέος Σώκοιο” (427), καὶ τὸ ἐναντίον “τῷ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες (Il. 14, 126).

788. τουτέστιν, σὲ ἐκείνῳ οὐ δεῖ πείθεσθαι φησὶν, νῦν δὲ τὸ ἐναντίον ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς καὶ ὑποθήκης ἀνέ- χεσθαι.

790. λήθεαι] εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν, ἐπαγό- μενος αὐτόν.

792. τίς δʼ οἶδ’ εἴ κεν] περιεῖλε τὸν ὄκνον αὐτοῦ, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπογράφων. ἅμα δὲ καὶ εὔελπιν ποιεῖ τῇ παρὰ τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γὰρ, φησὶ, καὶ τὸ δαιμόνιον συμβαλεῖταί σοι.

793. * ἑταίρου] τουτέστιν ἀγαθοῦ ἑταίρου.

794. εἰ δέ τινα] εἰδὼς τὸ φιλόδοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον κινδύνων ὀνειδίζων. δύο δὲ προβέβληται, καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἀπάσης ἀντιλογίας στερητικόν· βοηθείτω γὰρ, φησὶ, μὴ κινδυνεύων αὐτός.

798. καί τοι τεύχεα καλὰ δότω] οἶδε τὸ φιλότιμον Ἀχιλλέως, ὅπως ἡ δόξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναθράμῃ. ἅμα δὲ καὶ θεραπείαν ἔχει Ἀχιλλέως, εἰ τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει.

800. ἀρήῖοι] εὗ τὸ ἐπίθετον· πολεμικοὶ μὲν ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες.