Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

801. πρὸς τὴν ἀνάγκην μόνον, φησί, μικρόν συμμαχῆσαι δεῖ· ἐν βραχεῖ γὰρ καὶ συντόμῳ δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι. [*](3. *Πορφυρίου εἰς] om. 7. ἀξίᾳ Vili.] ἀξίεν 16. ἐπαγόμενος Bekkerus] ἀπαγόμενος)

488
ἡ ἀνάπνευσις, φησὶ, τῶν νικωμένων παρὰ μικρὰν ῥοπὴν γίνεται, καὶ πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια μεγίστην ποιεῖ μεταβολήν.

802. κεκμηότας ἄνδρας ἀῦτῇ] ἢ τοὺς κεκοπωμένους τῇ μάχῃ· ἢ τοῦτό φησιν, ὅτι οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἀῦτῇ μόνῃ ἤτοι βοῇ ὤσεσθε. τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην.

805. βῆ δὲ θέειν] διὰ τοῦ θέειν ἐδήλωσεν ὅσην εἶχε προθυμίαν· ὅθεν καὶ ἐπαναλαμβάνεται πάλιν τὴν λέξιν.

809. ἔνθα οἱ Εὐρύπυλος] οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρω- θέντος καὶ τοῖς λόγοις πλέον ὀρινθῇ καὶ τῷ ἐσομένῳ πτώματι τοῦ τείχους.

811. σκάζων] διὰ βραχέων πολλὰ δεδήλωκε· τοῦ μὲν γὰρ καμάτου σημεῖον ὁ ἱδρὼς, τοῦ τραύματος τὸ αἷμα, τῆς ἀλγηδόνος δὲ τὸ σκάζειν.

νότιος] ὁ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.

813. νόος γε μὲν ἔμπεδος ἦεν] οἰκονομικῶς αὐτῷ τὸν νοῦν ἐφύ- λαξεν ὁ ποιητὴς, ἵνα Πατρόκλῳ εὐσταθῶς ὁμιλῇ.

816. δειλοὶ Δαναῶν ἡγήτορες] εὗ τὸ μὴ πρὸς Εὐρύπυλον ποιή- σασθαι τὸν λόγον, μηδὲ τὴν τούτου συμφορὰν ἀπολοφύρεσθαι, ἀλλὰ τοὺς σύμπαντας ἡγεμόνας ἀνακαλεῖν, καὶ τούτων θρηνεῖν τὰ παθή- ματα, ὡς ἐν τῷ Εὐρυπύλῳ αὐτὰ θεώμενον.

820. ἦ ῥʼ ἔτι που σχήσουσι] ὅρα πῶς παντελῶς ἀπεγνώκει τὰ Ἑλληνικὰ ὑπὸ τῶν Νέστορος λόγων καμφθείς.