Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

763. λέγει ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, ἀλλὰ μόνος ὀνήσεται. ἢ οὐδὲ μόνος, τοῖς εἰς ἔπειτα μὴ λιπὼν ζῆλον.

ἦ τέ μιν οἴω] λέγει ὅτι καὶ ἡ αὐτοῦ ἀγριότης εἰς ἔλεον τραπήσε- ται τοῦ δεινοῦ γεγονότος. οὐ παρακαλεῖ δὲ, ὅτι νεωστὶ τὰς παρα- κλήσεις ἀπέβαλε.

763. ὦ πέπον, μὲν σοί γε] καὶ Ὀδυσσεὺς τοιαῦτα ἐν ταῖς Λιταῖς ἔλεγεν, ἀλλʼ ὁ μὲν κεφαλαίοις, ὁ δὲ καὶ τοῦ καιροῦ καὶ τοῦ τόπου ὑπομιμνήσκει.

767. ἀθετοῦνται στίχοι ιθ'. πῶς γὰρ ὧδὲ μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει, ἐν δὲ ταῖς Λιταῖς μεγαλήτορα θυμὸν ἴσχειν; ὅτι οὗ δέονται, τούτου ὑπομιμνήσκουσιν· ὁρῷ γὰρ ὁ Νέστωρ ὡς ἐλώφησε νυν τῆς ὀργῆς. καὶ διὰ τί Πηλεὺς τοὺς περὶ Νέστορα οὐ φιλοφρο- νεῖται, ἀλλʼ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. αὔξει δὲ νῦν τὸν Πάτροκλον, ὡς δεόμενος αὐτοῦ, καὶ ἡρέμα διδάσκει ὅτι σύμμαχος τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσθήκη τῆς συμμαχίας Ἀχιλ- λέως. ἐν καιρῷ δὲ ἐδήλωσε τὰ τῆς στρατολογίας, ὅτι οἱ ἀριστεῖς εἰς τὸ λαὸν ἀγείρειν ἐκπέμπονται.

769. Πηλῆος δʼ ἱκόμεσθα] ὁ δέ ἀντὶ τοῦ γάρ. εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, δηλῶν πῶς ἄρα καὶ ἤκουσαν.

773. ἐπὶ τῶν θεῶν μαρτύρων συμμάχους ὑμᾶς παρειλήφαμεν, σὓς καὶ νῦν ἀδικεῖτε, φησὶ, τῆς συμμαχίας ἀφιστάμενοι.

778. ἐς δʼ ἄγε] οὐκ ἐκ προπετείας τοῦτο ποιεῖ Ἀχιλλεὺς, ἀλλʼ ἐκ φιλοξενίας.

779. ξείνια] ἔλεγχός ἐστι τῆς Ἀχιλλέως ὠμότητος, ὅτι φιλο- φρονησάμενος καὶ μεταδοὺς ξενίων περιορᾷ νῦν τοὺς ξένους ἀναιρου- μένους.

785. σοὶ δʼ αὖθ] ὅσα ἐβούλετο Πατρόκλῳ παραινεῖν, ταῦτα ποιεῖ τὸν Μενοίτιον ὑποτιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ Ὀδυσσεύς. καὶ ἀμφότεροι δεόντως, ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες Ὀδυσσέα ἢ [*](34. μὴ addidit Bekkerus.)

487
Νέστορα εἶναι τὸν παραινοῦντα, ἀλλὰ μᾶλλον τὸν πατέρα. ὑπέρ- τερον δὲ ἀεὶ τὸν ὑπερέχοντά φησιν· Ἴωνες δὲ τὸν μετέωρον.