Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

300. πάντας ἀρίστους] ὁ μὲν Ἕκτωρ θορυβώδης καὶ ἀλαζών ὀν πάντας ἀνοήτως συγκαλεῖ τοὺς ἀρίστους, ἔνθα δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, οἱ δὲ Ἕλληνες βραχεῖς.

303. τίς κέν μοι] ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν ὑπα- κουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ δὲ Νέστωρ ὑποτίθεται. καὶ οἱ μὲν ᾶ [*](1. λαθραίαν Vill.] λαθραίην 7. ὧδε Bekk.] δ·)

443
ἔχουσιν ἐπαγγέλλονται, ὁ δὲ ἃ οὐκ ἔχει. καὶ οἱ μὲν δῶρον, ὁ δὲ ἀτίμως φησὶ μισθόν.

308. ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν, ἐπὶ φήμης ἀκοὴν πέμπων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψίν τινος πολεμίου μονωθέντος· ὁ δἡ Ἕκτωρ ἐπὶ τὴν περὶ τῶν ὅλων γνῶσιν.

314. ἦν δέ τις] διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον τοῦ ἀνδρὸς, ὅπως τοιοῦτος ὡν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετʼ ὀλίγον προδότης γίνεται. ταχέως δὲ πανία ἐδήλωσε, τὸ ἔθνος, τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρὸς, τὴν τέχνην, τὴν τύχην, ὅτι πλού- σιος, τὴν μορφὴν τοῦ Δόλωνος καὶ τὴν ὠκύτητα.

315. ὅμως καίπερ ἔχων πάντα, διʼ ἀλαζονείαν ἠράσθη κέρδους. τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμποιεῖ πόθον. εὔελπις δὲ ἦν ὡς εἰ ληφθείη, διὰ τούτων λυτρωθήσεται.

318. ὅς ῥα τότε] δοκεῖ διαγανακτεῖν ὁ ποιητὴς, οἷος ὢν οἵοις ἐπιχειρεῖ.

319. Ἔκτορ, ἔμʼ ὀτρύνει] ὁ μὲν Διομήδης προσλαβέσθαι συνεργὸν ἔσπευσε, καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ νεμεσητὸν ὑφορώ- μενος· ὁ δὲ ἀνοήτως μόνος ὁρμᾷ.

320. ἔκ τε πυθέσθαι] τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι· ὁ δὲ εἴ τινα που δηίων ἕλοι ὡς ἐκ παραδόξου.

321. τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων, ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν.

323. οἴ φορέουσιν ἀμύμονα Πηλείωνα] ὁ μὲν Ἕκτωρ ἀρίστους δώσειν φησὶν, ὁ δὲ τοὺς Ἀχιλλέως αἰτεῖ, τούτους εἰδὼς ἀρίστους. δηλοῖ δὲ ἀμφοτέρων τὴν ἀτοπίαν καὶ ἄνοιαν.

324. οὐκ ἄποθεν τῆς οἰήσεως ὴς ἔχεις περὶ ἐμοῦ. ἢ οὐκ ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας περὶ πάντων μαθών.

328. καί οἱ ὄμοσσεν] μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγειλάμενος· ὄμνυσι γὰρ ὡς ἤδη τὰ λάφυρα διαιρῶν.

334. λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ διʼ αὐτοῦ ἐγένετο. ὁ δὲ Ἀριστοφάνης τεφρώδους φησί· λέγει γὰρ μὴ εἶναι λύκον λευκόν.

335. ἰκτις ἐστι κατʼ Ἀριστοτέλην ζῷον ὀρνιθοφάγον, ὅμοιον μικρῷ κυνιδίῳ, οὗ τὸ δέρμα φορεῖ. τάχα οὖν ὁ ποιητὴς κατὰ ἀφαί- ρεσιν αὐτὸ ἐποίησε τοῦ πρώτου ι.

[*](30. “ ἐγένετο] ἐγίνετο)
444

339. ὡς προνοῶν μὴ καὶ παρὰ τῶν πολεμίων εἴη τις δόλος· ὁ δὲ Διομήδης, καταφρονῶν τῶν κινδύνων, οὐ προνοεῖ. πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν.

343. ἢ τινα συλήσων] οὐ γὰρ οὕτω ῥάδιον οἴεται τὸ μόνον εἰς κατασκοπὴν ἀφικέσθαι. ἐῶσι δὲ παρελθεῖν, μὴ εἰδότες τὴν ὠκύτητα αὐτοῦ.