Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

258. ὁ φάλος ὀμφαλός ἐστιν ἀσπίδι μικρῷ παραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον, ὑπερέχων τῶν ὀφρύων, ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου. ἦν δὲ ἄφαλος καὶ ἄλοφος διὰ τὸ λανθάνειν· καταῖτυξ δὲ παρὰ τὸ κάτω τετύχθαι· οὐ γὰρ ἔχει λόφον.

259. ῥύεται δὲ κάρη] δείκνυσιν ὅτι πρὸς μόνην σκέπην, οὐ πρὸς κόσμον πεποίηται, ὥστε τῇ μὲν ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυτον εἶναι τὸ κράνος, τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι μετὰ τῶν ὀδόντων πυκνῶς ἐρεισθέντων.

266. τὴν μὲν κλοπὴν ἐν Ἐλεῶνί φησι γενέσθαι τῆς Ἀμύντορος καταίτυγος (Ἑλεὼν δὲ πόλις τῆς Βοιωτίας), τὴν δὲ διανομὴν ἐν Σκανδείᾳ πόλει Κυθήρων.

268. Σκάνδειαν] κατὰ παράλειψίν ἐστι τῆς εἰς προθέσεως,

440
ἵνʼ ᾖ εἰς Σκάνδειαν. εἰς δὲ τὸ ἄρα διαστολὴ μικρά. τὸ δὲ ἑξῆς ἀκόλουθον.

271. δὴ τότʼ Ὀδυσσῆος] ἡδεῖα ἡ περιπέτεια, τὸ διὰ τοσούτων ἐλθοῦσαν αὐτὴν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν ἐξ Αὐτολύκου.

272. ὅπλοισιν ἐνὶ δεινοῖσιν] ἴσως διὰ τὴν κατάπληξιν τῆς προσ- δοκωμένης αὐτῶν λαθραίας πράξεως τὴν δεινότητα τοῖς ὅπλοις προσῆψεν.

273. πάντας ἀρίστους] μένοντας καὶ καραδοκοῦντας δηλονότι τὴν ἀπόβασιν.

274. ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὡς φησιν Ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μὲν, ἔκπυστα δὲ καὶ ἄκρυπτα δρά- σουσιν ἐν τοῖς πολεμίοις. ἐρωδιὸν δὲ ἔπεμψεν, ἐπεὶ ἑλώδης ὁ παρὰ τῷ Σκαμάνδρῳ τόπος καὶ ὑδατῶδες τὸ ὄρνεον. ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν.

*ἐρωδιόν] Ζωίλος ὁ κληθεὶς Ὁμηρομάστιξ γένει μὲν ἦν Ἀμ- φιπολίτης, τοῦ δὲ Ἰσοκρατικοῦ διδασκαλείου, ὃς ἔγραψε τὰ καθʼ Ὁμήρου γυμνασίας ἕνεκα, εἰωθότων καὶ τῶν ῥητόρων ἐν τοῖς ποιη- ταῖς γυμνάζεσθαι. οὗτος ἄλλα τε πολλὰ Ὁμηροῦ κατηγόρει καὶ τὰ περὶ τοῦ ἐρωδιοῦ, ὃν ἐν τῇ νυκτεγερσίᾳ ἔπεμψε τοῖς περὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ, ὃν, φησὶν, οὐκ εἶδον ὀφθαλμοῖσιν, ἀλλὰ κλάγ- ξαντος ἄκουσαν. πῶς γὰρ, φησί, χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς; εἰκὸς γὰρ ἦν ὑπολαβεῖν περιβοήτους ἔσεσθαι· φωνὴ γὰρ σημεῖόν ἐστι τοῖς λανθάνειν προαιρουμένοις ὑπεναντίον. Μεγακλείδης, ὅτι μαντικῶς ταῦτα ἐποίησεν· δηλοῖ γὰρ ὅτι φωνὴν ἤκουσαν μόνον. οὐκοῦν οὕτως ἀπέβη τὸ μέλλον· αὐτοὶ μὲν γὰρ ὑπὸ τῶν πολεμίων οὐκ ώφθησαν, ἤκουσαν δὲ τὰ βουλεύματα καὶ τὰς τάξεις Δόλωνος ἐξαγγείλαντος. πῶς ἂν οὖν οἰωνὸς σαφέστερος φανείη; Ἀλέξανδρος δὲ ὁ Μύνδιος ἐν τῷ τρίτῳ περὶ ζὡων ἠπόρει διὰ τί ἡ Ἀθηνῶ ἐπὶ τὴν κατασκοπὴν πορευομένοις τοῖς περὶ τὸν Ὀδυσσέα οὐ τὴν γλαῦκα τὴν ἰδίαν ὄρνιν ἔπεμψε σημαίνουσαν τῇ φωνῇ, καὶ ταῦτα νυκτερινὴν οὖσαν ὄρνιν, ἀλλʼ ὅτι ἱερὸν τοῦ Ποσειδῶνος καὶ ἑτέρων τινῶν θεῶν. φασὶν οὖν λύοντες ὅτι ἑλώδους ὄντος τοῦ τόπου, τῶν ζῳων τούτων νυκτὸς ἐν τοῖς ποταμοῖς καὶ τοῖς τέλμασι νεμομένων, διὰ τούτου σημῆναί τι τοῖς κατασκόποις ἠβουλήθη, καὶ οὐ τῆς τὸ ὕδωρ καὶ [*](6. ἀὐτῶν] *διʼ αὐτῶν 16. διδασκαλείου] διδασκῖ , quod pro διδασκάλου accepit Vill. )

441
τὰ ἕλη μισούσης ὄρνιθος, διαιτωμένης καὶ οἰκούσης ἐν πέτραις καὶ τείχεσιν, ἐπεὶ καὶ ὁ ὄρνις οὗτος ἡμέρᾳ τε καὶ νυκτὶ χρῆται ἐνεργὸς ὢν, καὶ ἔστιν ἀμφίβιος, ὥστε καὶ ἐν ὕδατι τροφὰς ἑαυτῷ πορίζειν. οἱ δʼ ἀριστεῖς οὗτοι καὶ σὺν ναυσὶ καὶ πεζοὶ τὰ κατὰ τοὺς πολε- μίους ἐληίζοντο, καὶ ἀναφανδὸν καὶ τότε διὰ τῆς νυκτὸς τὰ πρὸς τὸν πόλεμον ἔπραττον. ἐπεὶ δʼ αὐτίκα δράσειν ἔμελλον, ἐγγὺς ὁδοῖό φησι· τὰ γὰρ ἐγγὺς ἀπανταχοῦ ἐστὶ σημεῖα. ἐν δεξιῷ δὲ χώρᾳ ἡ κλαγγὴ αὐτοῖς γίνεται, ὅτι ἡ δεξιὰ ἀλλοτρία χώρα, ἐν ᾗ τοῖς δυσμενέσιν ἔμελλον ἔσεσθαι ἀλγηδόνες, τοῖς δʼ ἀκούσασι χαρά τε καὶ ἔρυμα. ὁ γὰρ ἐρωδιὸς οὗτος ὡς ἐπὶ τὸ πολὺ τότε κλαγγάζει, ἡνίκα εὗ πράττει καὶ εὐθυμεῖ ἄγρας ἕνεκα. ἔτι δὲ ὁ ἐρωδιὸς λέγεται ἀφροδισίων ἕνεκα αἷμα δακρύειν, καὶ προπίπτειν αὐτοῦ τοὺς ὀφθαλ- μοὺς, καὶ ἀποθνήσκειν, ὥστε τῇ δεξιᾷ χώρᾳ ὀφθεὶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς ἀλλοτρίους καὶ πολεμίους γάμων ἕνεκα ἐδήλου τεθνήξεσθαι. καὶ Ἕρμων δὲ ὁ Δήλιος γράφει “ἐρωδιὸς ὁ πελλὸς ἐν πεδίῳ φαινό- μενος δαπέδου μεδέοντός ἐστι Ποσειδῶνος, ἄρμενος εἰς πόλεμόν τε καὶ ἐν νήεσσι μάχεσθαι ἐσθλὸς, καὶ πεζοῖσι καὶ ἱππήεσσιν ἄριστος, ἐν πεδίῳ θεμένοισι μάχην, ἐν ὄρει δέ τε χείρων φαινόμενος, μάλα γὰρ πέλεται νικηφόρος ὄρνις, ἔς τε βρομίην ὀρμένω ἀπειλίην ἄρμε- νος, ὁπλίτην κεν ἄγων οἶκόνδε νέοιτο.” οὕτω δὲ καὶ ἀξιοῦσιν οὐ Παλλὰς Ἀθηναίη γράφειν, ἀλλὰ πελλόν· τοὺς δὲ μεταγράψαντας τῷ ἐπιθέτῳ ψυχαγωγηθῆναι, οὐ τῇ ἀληθεία δὲ ἀκολουθῆσαι· ὅθεν καὶ Ζώπυρος ἐν τετάρτῳ Μιλήτου κτίσεως γράφει· ἐν τῇ νυκτεγερσίᾳ τοῦ ποιητοῦ θέντος πελλὸν Ἀθηναίη, μεταγράφουσί τινες καί φασι Παλλὰς Ἀθηναίη, τῷ ἐπιθέτῳ ψυχαγωγούμενοι, ἀλλʼ οὐ τῇ ἀληθείᾳ ἀκολουθοῦντες. τρία δὲ γένη ἐστὶν ἐρωδιῶν, καὶ τῇ χροιῶ διαλλάσσοντα ἀλλήλων καὶ τῇ πράξει διάφορα ὄντα καὶ τῇ φωνῇ· ἂν μέντοι γένος ἐστὶν ἐρωδιῶν, τὸ καλούμενον πύγαργον, ὅπερ ἐστὶ πρὸς γάμον τῶν πάντων δυσαντητότατον· ἐν γὰρ τῷ συνουσιάζειν ἀπόλλυται μετὰ πόνου· προβάλλει γὰρ τοὺς ὀφθαλμοὺς καὶ αἰμορτ ῥογεῖ. ἄλλος ἐστὶν ἐρωδιὸς, ὃν καλοῦσιν ἀφροδίσιον· οὗτος δὲ ἐν μἐν τῇ συνουσίᾳ ἁρμόζει, πρὸς δὲ γάμον καὶ συμφωνίαν βίου αἰσίῳ- [*](13. ἐν addidit Vill. 19. ἀπειλίην] Literae ην deletae. 15. Ἕρμων Eustathius p. 804, 20. ὁπλίτην] Sic codex, non 57] ἔρῶν. Locus ex Hermone ὁπλίτα ut Vill. allatus hexametris scriptus est, νέοιτο] νέοτ. (sic B) partim corruptis. 23. νυκτεγερσίᾳ] νυκτηγερσίᾳ )
442
τατὸς. τρίτος δὲ πελλὸς ὁ μελάγχρους, καὶ πρὸς λαθραίαν πρᾶξιν ἄριστος πάντων ἐστίν. οὐκ ἤμελλεν οὖν ὁ ποιητὴς τριῶν ὀρνίθων ὄντων, καὶ τούτων ἴδιον ἑκάστου φέροντος πρᾶγμα, ἀφεὶς τὸ τὴν παροῦσαν ὁδὸν σημαῖνον τῇ κοινοτέρᾳ τῶν ὀρνίθων ἐπὶ πάντων ὁμοίως χρῆσθαι. Καλλίμαχος δὲ ἐν τῷ περὶ ὀρνέων οὐ τὸν πύγαργόν φησιν εἶναι τὸν ἐν τῇ ὀχείᾳ τοὺς ὀφθαλμοὺς αἱμάσσοντα, ἀλλὰ τὸν πελλὸν, γράφων ὑδε· “ἀστερίας, ὁ δʼ αὐτὸς καλεῖται ὄκνος· οὗτος οὐδὲν ἐργάζεται. πελλός· οὕτος ὅταν ὀχεύῃ, κραυγάζει καὶ ἐκ τῶν ὀφθαλ- μῶν ἀφίησιν αἷμα, καὶ τίκτουσιν ἐπιπόνως αἱ θήλειαι. λευκός· οὗτος ἀνωδύνως ἐν ἀμφότεροις ἀπαλλάσσεται.”

ἐγγὺς ὁδοῖο] ἐγγὺς τῆς ἐξόδου, πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι.

275. δηλοῖ ὅτι οὐκ ὀφθήσονται μὲν, εἴσονται δὲ τὰ τῶν πολεμίων ἐκ τῆς φωνῆς Δόλωνος.

278. καλῶς οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα ἐπικαλοῦνται καὶ ἀκούονται, ὁ δὲ βάρβαρος Δόλων μὴ εὐχόμενος ἀποτυγχάνει.

279. παρίστασαι] καὶ τοῦτο πραγματικῶς· προθυμότερον γὰρ καὶ ἄνθρωποι καὶ θεοὶ εὐεργετοῦσι τοὺς ὑπὲρ ὥν πεπόνθασι χάριν ὁμολογοῦντας.

280. κινύμενος] ὑπερβολικῶς εἶπε, οἷον καὶ ἐπὶ μικράν τινα πρᾶξιν ὁρμῶν.

286. δύναται μὲν καὶ εἰς τὸ Τυδέϊ δίῳ ἡ στιγμὴ τάττεσθαι, δύναται δὲ καὶ εἰς τὸ νήψας· τὸ γὰρ ἐς Θήβας ἄμφω συντάσ- σειν ἀκώλυτόν ἐστιν.

288. καλῶς μειλίχιον ἔφη λόγον τὸν διαλλαγὰς εὐαγγελιζό- μμενον.

291. ὧς νῦν μοι] ὅρα πῶς ὁ συνετώτερος Ὀδυσσεὺς τὴν εὐχὴν ἐκοινοποίησεν, οὗτος δὲ ἰδία καὶ ἄλλως.

299. ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότεροι τοὺς κατασκόπους πέμ- πουσι· συντνγχάνουσι γὰρ ἀλλήλοις ἰόντες· ἀλλʼ ὁ ποιητὴς ἐτίμησε τὸ Ἕλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ λόγου.