Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

346. εἰ δʼ ἄμμε] εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδὸν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς.

350. παρέδραμεν ἀφραδίῃσιν] παρέδραμε, φησὶν, ἀσυνέτως, σὺ θεασάμενος αὐτούς. δεῖ δὲ τοὺς κατασκόπους τὴν ὄψιν περιάγειν πρὸς ἐπίγνωσιν ἀκριβῆ..

351. ὅσον ἀροτριῶσα ἡ ἡμίονος ὑπογράφειν δύναται, ὅ ἐστι πλέθρον.

∗Ἀρίσταρχος οὕτως ἐξηγήσατο. ὅσον, φησὶν, ἐξ ἑνὸς καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων καὶ ζεύγους ἄλλου βοῶν, φθάσωσι καὶ προλάβωσι τὰς βοῦς αἱ ἡμίονοι (ταχύτεραι γάρ εἰσι τῶν βοῶν), τοσοῦτον, φησὶν, ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν.

353. ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχολαιοτέρων προσδεῖ ζῷων πρὸς τὸ βαθυτέραν γενέσθαι τὴν αὔλακα, ἐν δὲ τῇ νειῷ ὀξυτέρων· προευτρέπισται γὰρ τῷ ἔαρι.

* πηκτὸν ἄροτρον] τὸ τὸν γύην προσπεπηγότα ἔχον· αὐτόγυον δὲ τὸ ἐξ αὐτοῦ μονόξυλον. καὶ Ἡσίοδος δοιὰ ἄροτρά φησι θέσθαι, “αὐτόγυον καὶ πηκτόν” (Ο. 433).

360. νῦν μὲν κυσὶν αὐτοὺς εἰκάζει διὰ τὸ ἀγρευτικὸν, πρότερον δὲ λέουσι διὰ τὸ εὐσταθές.

361. ἐμμενές] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν τὸ κράτιστον. ταῦτα γὰρ τὰ ζῷα φύσει μέν ἐστι ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθέ- νειανʼ οἱ δὲ κύνες τοὐναντίον.

362. μεμηκώς] τὸν καταληφθησόμενον δηλοῖ· περικατάληπτοι γὰρ γινόμενοι βοῶσιν οἱ λαγωοί.

369. δουρὶ δʼ ἐπαίσσων] ὑπόνοιαν διδοὺς ὅτι βαλεῖαύτόν. ἐνεργείας [*](16. * ἀφεθέντος] ἀφέντος quod σχολαιτέρων esse potest. 17. *αἱ ἡμίονοι] αἱ om. 27. *εὐσταθές] εὐπαθές 20. * σχολαιοτέρων] σχολεταίρων,)

445
δὲ μεστός ἐστιν ὁ ἐπικραδαίνων τὸ δόρυ καὶ βοῶν, ὡς ἀφήσων ἐπʼ αὐτὸν εἰ μὴ στῇ.

370. δουρὶ κιχήσομαι] οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφῆκεν; ὅτι ὀξυλαβείας ἔδει, καὶ οὐκ ἕτο ὡς ἀπειλῇ μόνῃ πεισθήσεται. ὑπόνοιαν δὲ αὐτῷ δίδωσιν ὡς οὐ βούλεται αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.

372. ἑκὼν δʼ ἡμάρτανε] ζῶντα γὰρ κρατῆσαι βούλεται πρὸς τὸ τῆς ἐπερωτήσεως χρήσιμον. ἔξεστι δὲ εἰπεῖν ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ συναγωνίζεται.

375. ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρα- κολουθοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων, καὶ τοῖς ἐσχάτοις ἐξευτελίζων ὀνόμασι. τὸ δὲ βαμβαίνειν δηλοῖ τὸ ἱκεσίας καὶ λόγων ἀπορεῖν, καὶ δεδιότα ἵστασθαι, καὶ τρέμειν, καὶ ἀσαφῆ φωνὴν προιέναι ὑπὸ τοῦ φόβου. ἄραβος δὲ κυρίως ἡ ἐν τῷ ἄρει γινομένη βοή.

378. βαρβαρικὸν τὸ εὐθὺς περὶ ἑαυτοῦ διαλέγεσθαι, καὶ ἵνα ὡς ἀγενοῦς αὐτοῦ καταφρονήσαντες μὴ ταχὺ φονεύσωσιν.

382. Ὀδυσσεύς] ἑκατέρῳ προσώπῳ τὴν πρέπουσαν ἀπένειμε τάξιν. ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ λαβεῖν, Ὀδυσσεύς.

387. ἐπίτηδες ἐνδόσιμον αὑτῷ καιρὸν φευσμάτων δίδωσιν, ὅπως αὐτοῦ δοκιμάσῃ τοὺς λόγους. τί γὰρ παρέτρεχε τοὺς νεκροὺς, εἴπερ σκυλεῦσαι θέλει;

390. ὑπὸ δʼ ἔτρεμε γυῖα] κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ μὴ ἀληθεύοι, σωτηρίας ἐλπίδα οὐχ ὁρᾷ. αἱ δὲ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν εἰς ψεύδη τραπῆναι.

391. πολλῇσίν μʼ ἄτῃσι] ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεασθεὶς καὶ τὴν φρενοβλάβειαν αὐτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος.