Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

843. χειρὸς ἀπὸ στιβαρῆς ἀθετεῖται, ὅτι δυεῖν προδεδισκευκότων ἔδει εἰπεῖν ἀμφοτέρων. μετενήνεκται δὲ ἐκ τῆς Ὀδυσσείας (8, 192)· καὶ ἐκεῖ εὐλόγως ἔστιν “ ὑπέρβαλε σήματα πάντων·” πλείονες γὰρ δισκεύουσιν.

844–846. ὑποστικτέον Πολυποίτης, ἀνήρ, ἀγελαίας· τῇ γὰρ προτέρᾳ προτάσει ἑτέρα ἐπενήνεκται.

845. ὅτι ἅπαξ καλαύροπα. σημαίνει δὲ τὸ ῥόπαλον, ἀπὸ τοῦ καλοῦ καὶ τοῦ ῥέπειν.

850. ἰόεντα ὅτι τινὲς ἰόεντα τὸν μέλανα, ὡς “ἰοειδέα πόντον” (Od. 11, 107). βέλτιον δὲ τὸν εἰς ἰοὺς εὐθετοῦντα· οἰκεῖον γὰρ τὸ ἔπαθλον τοξόταις.

851. πελέκεας ἀξίνας διστόμους. ἔστι δὲ σταθμὸς σιδήρου, ἔχων μνᾶς δέκα. τὸ δὲ ἡμιπέλεκκον τὸ ἥμισυ τοῦ πελέκεως, τὸ ἐκ τοῦ ἑνὸς μόνου μέρους ἔχον ἀκμὴν, ὃ καὶ διστράλιον καλοῦσιν· οὕστινας ἐφεξῆς ἱστάντες ἐπί τινα βαθμὸν ἐγυμνάζοντο οἱ τοξόται, πέμποντες διὰ τῶν τρητῶν αὐτῶν τὸ βέλος, διʼ οὗ ἐμβάλλεται αὐτοῖς ὁ στειλειός.

ὅτι καὶ ἐν Ὀδυσσείᾳ (19, 572. 21, 120) ὁ αὐτὸς τρόπος· πελέκεις γὰρ τίθησι, διʼ ὧν παρακελεύει τοξεύειν τοὺς μνηστῆρας· καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔπαθλον γίνεται.

854. λεπτῇ μηρίνθῳ δῆσεν ποδός γρ. καὶ ὣς γάρ. κατʼ ἔνια δὲ δῆσεν πόδα.

*ἐν ἄλλῳ ἧς γὰρ ἀνώγει.

855. ὅτι ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετῆλθεν οὕτως· ὁ γὰρ Ἀχιλλεὺς τοῦτο λέγει, ὃς μέν κε βάλῃ.

[*](14. προτάσει—ἐπενήνεκται Friedl.] βωμῶν ἀνταποδόσει—μετενήνεκται 25. *ὁ στειλειός] ἡ στηλία)[*](23. *ἐπί τινα βαθμὸν] ἐπί τινων)
273

856. * οἶλόνδε ἐν ἄλλῳ κλισίην δὲ φερέσθω.

857. ὃς δέ κε μηρίνθοιο καὶ μὴν τοῦτο ἐμπειρότερον. ἀλλὰ προὔκειτο ἡ τοῦ ζῴου τύχη· τύχης δὲ προσεδεῖτο, πτοουμένης τῆς ὄρνιθος καὶ οὐκ ἐν ταὐτῷ μενούσης.

ὅτι βέλτιον ἦν τοῦτο μὴ προλέγεσθαι ὑπὸ Ἀχιλλέως ὥσπερ προγινώσκοντος τὸ ἀπὸ τύχης συμβησόμενον.

858. ὁ δʼ οἴσεται ἡμιπέλεκκα δύο μέρη ἐστὶ λόγου, ὁ καὶ δέ· διὸ βαρυτονητέον· οὐ γὰρ δείκνυσιν ἤδη τὸν οἴσοντα τὰ ἡμιπέλεκκα, ἀλλὰ κατʼ ἀναφορὰν ἀποφαίνεται.

863. * ὅτι νῦν ἠπείλησεν ἀντὶ τοῦ ηὔξατο.

866. *τῇ δέδετʼ ὄρνις ἑκατέρωσε δύνανται προσδίδοσθαι.

870. ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης τοῦ Τεύκρου τὸ τόξον.

870, 871. ἐν τῇ Μασσαλιωτικῇ “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐπεθήκατʼ ὀιστὸν τόξῳ· ἐν γὰρ πᾶσιν ἔχε πάλαι, ὡς ἴθυνεν.” ἐν δὲ τῇ κατὰ Ἀντίμαχον οὕτως· “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείλετο τόξον χερσί.” ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγόμενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν δίσκον. τὸ δὲ “ἀτὰρ ὀϊστὸν ἔχεν πάλαι” ἐπὶ τοῦ Τεύκρου ἀκουστέον.

872. *ἠπείλησεν ὅτι πάλιν ἀντὶ τοῦ ηὔξατο.

879. οὕτως Ἀρίσταρχος διὰ τῶν β΄ σσ· ἡ δε Μασσαλιωτικὴ λιάσθη.

880. *ὠκύς ὅτι ἀντὶ τοῦ ὠκέως, ὅ ἐστιν εὐθέως.

882. *ὅτι παρέλκει τὸ πάντας.

885. ἀνθεμόεντα ἀναθεματιαῖον. ἢ ποικίλον. ἢ τετορευμένον.

886. ὅτι ἥμονες οἱ ἀκοντισταὶ, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν ῥήμονες, οἰόμενοι τοὺς ῥήτορας· οὐκ ἔστι δὲ λογιστικὸς ὁ ἀγών. τὸ. δὲ ἥμονες δασυντέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· “ἥσω γὰρ καὶ ἐγώ” (Il. 17, 515). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· “καὶ ἥμασιν ἔπλευ ἄριστος” (891).

891. ἥμασιν ὅτι ὁμοίως ἀκοντίσμασι· καὶ δασυντέον πάλιν. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς [*](22. διὰ τῶν β΄ σσ] Id est λίασσεν. 26. Scholion in marg. ext. a m.) [*](23. λιάσθη] λιάσθην. In marg. recenti scriptum. inter. ἀρίσταρχος λίασεν. 28. λογιστικὸς Bekkerus] λογικός )

274
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.