Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

751. λοισθήιʼ λοισθῆϊ ἔθηκε margo ext. a m. rec.

753. ὅτι Ζηνόδοτος γράφει πειρήσεσθον, τριῶν ὄντων τῶν κεκλημένων πρὸς τὸν δρόμον.

757. ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας. ἐκεῖ μὲν οὖν μεταστοιχὶ λέγει, ἐπὶ στίχον ἵστανται κεκληρωμένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ μέτωπον πάντων ἐξ ἴσου ὄντων.

759. *ἔκφερʼ παρὰ Ζηνοδότῳ ἔκθορʼ Ὀϊλιάδης.

760. ὡς δʼ ὅτε τις ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπʼ ἄλλης ἀρχῆς τοῖς ἑξῆς. ἥ τε διαφορὰ παρὰ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο, τοῖς ἄνω συναφθήσεται ἡ παραβολὴ, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς.

765. *ἐκ κεφαλῆς γρ. κὰδ δʼ ἄρα οἱ κεφαλῆς. ἀϋτμένα ὡς ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἀπλᾶ ὀξύνεσθαι θέλει.

767. *ἱεμένῳ ἐν ἄλλῳ ἱέμενοι.

772. γυῖα δʼ ἔθηκεν ἐλαφρά ὅτι ἐπὶ Διομήδους ὀρθῶς ἐτέτακτο (Il. 5, 122)· ἐνταῦθα δὲ ὀλίγῳ λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα κατέβαλεν;

*ψεύδεται συνήθως Ὅμηρος· οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσσεύς.

774. Αἴας μὲν ὄλισθε ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς τοῦ δέοντος δρόμου πίπτει. στόμα οὖν κεχηνὼς ἔτρεχε. ὁ δὲ τὸν πρεσβύτην λαβραγόρην εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.

783. μήτηρ ὣς βραχὺ διασταλτέον μετὰ τὁ ὥς, πρὸς τὸ μὴ ἀπεμφαίνειν συναπτόμενον.

791. ὠμογέροντα τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κρεῶν τῶν ἑψηθέντων μὲν, οὐ μὴν τελείως. καὶ “ἐν ὠμῷ γήραι θῆκεν” (Od. 15, 356), ὡς καὶ ἑφθὸν τῷ γήρᾳ φησίν. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ ἐνταῦθα ὠμογέροντα εἶπεν.

οὕτω λέγουσιν ἤτοι τοὺς ἔτι συνεστῶτας καί μήπω πάνυ γέροντας, ἀλλὰ πλησίον τοῦ γήρως, ἢ τοὺς πρό ὥρας γεγηρακότας.

[*](9. Ὀϊλιάδης] ὁ Ἰλιάδης Cobetus. 28. *τῶν ἑψηθέντων—τελείως])[*](16. Hoc in marg. a m. recenti. om.)[*](23. πίπτει] *πίπτει πρηνής 31. *μήπω] μὴ *ὁ δὲ] ὡς δὲ)
271

795. ὅτι μάταιος καὶ πρὸς οὐδέν· οἱ δὲ νεώτεροι τὸν ταλαίπωρον μέλεον.

800. Σαρπήδοντος ὅτι ἀπʼ εὐθείας βαρυτόνου ὡς Χαλκώδων.

802–806. συναπτέον πάντα μέχρι τοῦ χαλκὸν ἑλόντε, οὐ λείποντος τοῦ μάχεσθαι τινος τοιούτου. καὶ γὰρ μόνον αὐτὸ τὸ κελεύειν εἴωθε τιθέναι καθʼ ἑαυτὸ ὁ ποιητὴς, ὡς ἐν Ὀδυσσείᾳ (21, 175) “Ἀντίνοος δʼ ἐκέλευσε Μελάνθιον αἰπόλον αἰγῶν,” καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ (Il. 24,90) “τίπτε με κεῖνος ἄνωγε θεός;” καὶ μετʼ ὀλίγον ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον ὁππότερός κε φθῇσιν ὀρεξάμενος, καὶ ὑποστικτέον μέλαν αἷμα. εἰ μὲν γὰρ συνάπτοιμεν τὸ ἄνδρε δύω, ὁππότερος κε φθῇσιν, σολοικισμὸς γίνεται.

805. ὀρεξάμενος πατάξας, ἐκ παρεπομένου· συμβαίνει γὰρ τοῖς πατάσσουσιν ἐκτείνεσθαι. ἢ ἀντὶ τοῦ ὀρέξαι.

806. ψαύσῃ δʼ ἐνδίνων ἀθετεῖται ὅτι ἐνδίνων θέλει λέγειν τῶν ἐντοσθίων σπλάγχνων· ἕως γὰρ τοῦ ἀμύξαι μόνον τὸν χρῶτα μονομαχοῦσι. καὶ “διά τ᾿ ἔντεα καὶ μέλαν αἷμα” ἐκ τῆς Δολωνείας (Il. 10, 298) μετάκειται.

ἐνδίνων ὡς σελίνων. παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. οὕτως δὲ ἔχει καὶ τὰ ἔντερα καὶ τὰ ἔγκατα, παρὰ τὴν αὐτὴν ἔννοιαν.

ἄλλως. ἐνδίνων τῶν ἐντὸς τῶν ὅπλων μελῶν, ἀπὸ τοῦ ἐντείνεσθαι αὐτὰ τῷ θώρακι. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν· οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν.

810. ἀθετεῖται, ὅτι ἔδει καὶ πᾶσιν, ἀλλʼ οὐχὶ τούτοις μόνον· τί γὰρ τούτοις πέπρακται πλέον;

819. *δερκομένω—πάντας Ἀχαιούς ἐν ἄλλῳ δερκόμενοι, θάμβος δʼ ἔχεν εἰσορόωντας.

821. αἰὲν ἐπʼ αὐχένι κῦρε ἱστόρηται ὅτι κατ᾿ ἐκεῖνο καιροῦ ἔτυχεν Ἡρακλῆς τῇ νήσῳ Σαλαμῖνι κατά τινα χρείαν προσπλεύσας, Τελαμῶνι δὲ ἄρτι γενέσθαι τὸν παῖδα Αἴαντα. ἐπιστὰς οὖν Ἡρακλῆς καὶ ἀναλαβὼν τὸν παῖδα περιέβαλε τῇ λεοντῇ, ἐφʼ ᾧ ηὔξατο αὐτὸν γενέσθαι ἄτρωτον. ὁ δὲ ηὐξήθη, καὶ τὸ πᾶν ἄτρωτος ἐγένετο.

[*](3. βαρυτόνου Friedl.] βαρυτόνως addit Lehrsius.)[*](4. ἑλόντε] ἑλόντες 23. * μονομαχοῦσι] μόνον ἔχουσιν)[*](5. τὸ addidit Friedl. 30. *τὸν παῖδα—αὐτὸν γενέσθαι])[*](7. αἰπόλον αἰγῶν Bekkerus] ἀπάγ om.)[*](15. σπλάγχνων] ὅπερ οὐχ ἁρμόζει)
272

822. καὶ τότε δή ῥʼ Αἴαντι περιδδείσαντες ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων φαίνεται καθʼ Ὅμηρον μὴ ὣν ἄτρωτος ὁ Αἴας. 824, 825. ἠθέτηνται· συλλύσεως γὰρ γεγενημένης ἔδει κοινῇ διελέσθαι τὰ ἔπαθλα· καὶ γὰρ προείρηται “ἀέθλια ἶσ᾿ ἀνελέσθαι” προηθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει.

826. σημειοῦνταί τινες ὅτι σόλον τὸν δίσκον εἶπεν. διαφέρει σόλος καὶ δίσκος, ὅτι ὁ μὲν δίσκος πλατύς ἐστι καὶ κυκλοτερὴς, ὁ δὲ σόλος στρογγύλος καὶ σφαιροειδής.