Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
413. ἀποκηδήσαντε ὅτι ἔδει ἀποκηδησάντων ὑμῶν. ἢ ἀποκηδήσαντε ἐγώ τε καὶ ὑμεῖς.
414. ἐφομαρτεῖτον διχῶς ἀλλʼ ἐφαμαρτεῖτον.
419. βαρυτονητέον τὸ στεῖνος, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰς ος λῆγον ὀξύνεται. οὕτως εἶχε καὶ τὸ μάκρος παρʼ Ἀριστοφάνει (Av. 1131) “ὦ Πόσειδον τοῦ μάκρους” βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν· “στείνει ἐν αἰνοτάτῳ” (Il. 8, 476).
420. ῥωχμὸς ἔην ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ δʼ διὰ τοῦ γ φησὶ ῥωγμός. ῥωγμὸς δέ ἐστι τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος.
422. *τῇ Ἀρίσταρχος χωρὶς τοῦ τ ᾗ ῥʼ εἶχεν.
ἁματροχιάς δασέως τὴν ἄρχουσαν. ὀξύνεται δὲ ὁμοίως τῷ φυταλιάς.
[*](5. τὴν οἷ] τήν ὅς Lehrsius, deleto 19. σφῶϊν Cobetus] σφῶϊ ὀρθοτονουμένην ὑμῖν Friedl.] οὐχ ὑμῖν)[*](10. γρ.] om. 22. Conf. schol. ad 12, 412.)[*](13. ἵπποισι] περισσόν· καὶ γὰρ 25. ὦ Πόσειδον τοῦ μάκρους ad- ὅνευ τούτου addit Frierdl. didit Bekkerus.)424. *παρακλίνας ἐν ἄλλῳ παρακλινθείς.
431. πρὸς τὸ σχῆμα, ὅτι οὖρα πέλονται καὶ οὐ πέλεται.
433. *αἱ δʼ αἱ τοῦ Μενελάου.
440. φάμεν παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν ἀναγνωστέον, τὴν φᾶ συλλαβὴν ὀξύνοντας.
454. τὸ μὲν ἄλλο τόσον ὅτι οὕτως εἴωθε λέγειν τὸ παρὰ μικρόν, ἀντὶ τοῦ ὃς τὸ μὲν λοιπὸν σῶμα.
455. σῆμʼ ἐτέτυκτο οὕτως Ἰακῶς τέτυκτο ὁ Ἀρίσταρχος.
459. πρὸς τὸ παροίτεροι, ὅτι τοπικῶς ἀντὶ τοῦ πρότεροι κατὰ τὸν δρόμον.
461. κεῖσε Ζηνόδοτος καὶ Ἀριστοφάνης κεῖθι· καὶ ἔστιν ἀναλογώτερον.
462. ὑποστικτέον ἐπὶ τὸ βαλούσας, περισσεύοντος τοῦ ἐπιφερομένου συνδέσμου. ὁ δὲ λόγος· ἃς τὸ πρῶτον ἴδον καμπτούσας, νῦν οὐ δύναμαι ἰδεῖν.
463. *οὕτως διὰ τοῦ η νῦν δʼ οὔ πῃ Ἀριστοφάνης.
464. *αἱ Ἀριστάρχου παπταίνετον.
467. * σύν θʼ γράφεται κατά θʼ ἅρματα.
471. ἀθετεῖται, ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικὸν, οὐχ ἡρωϊκοῦ προσώπου. ἄλλως. ἀθετεῖται ὡς ληρώδης· καὶ πρὸς τῷ τέλει τῆς ποιήσεως γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδη.
475. * ὅτι διὰ πολλοῦ πεδίου.
*πεδίοιο δίωνται ὡς λάβωνται. εἴπομεν δὲ δὴ ὡς ἔστι καὶ δίω βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω. ἔνθεν τὸ “τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον” (Il. 22, 251) καὶ τὸ “κνώδαλον ὅττι δίοιτο” (Od. 17, 317). καὶ περισπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρʼ ὃ τὸ “ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται” καὶ τὸ “αὕτως ἐνδίεσαν” (Il. 18, 584).
478. λαβρεύεαι πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας, καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιδίδωσι· διὸ καὶ ἐπὶ τῆς γλώσσης κολάζεται νῦν τε καὶ ἐν τῷ ναυαγίῳ.
[*](2. πέλεται] πέληται 17. παπταίνετον] παπταίνε)[*](6. μικρὸν] τετελειωμένον addit 21. τὸν Bekkerus] τὰ Friedl. Διομήδς] διομη)[*](16. In textu est οὔπω, ηι super 25. Πριάμοιο] Immo Πριάμου ω scripto. 31. *ναυαγίῳ] ναυμαχίῳ)