Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
338. ἐν τῷ καμπτῆρί σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπελασάτω ἀκριβῶς, ὥστε τὴν ἔξωθεν τοῦ τροχοῦ περιφέρειαν δόξαι ψαύειν τῆς χοινικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός.
340. *ἐπαυρεῖν ὡς λαβεῖν.
345. *ὅτι ἀντὶ τοῦ ὃς ἂν ἕλοι σε.
346. Ἀρίονα Ποσειδῶν ἐρασθεὶς Ἐρινύος, καὶ μεταβαλὼν τὴν αὑτοῦ φύσιν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσᾳ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν Ἀρείων ἐκλήθη. Κοπρεὺς δὲ Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος· οὗτος δὲ αὐτὸν Ἡροκλεῖ ἐχαρίσατο γενομένῳ πρός αὐτόν. τούτῳ δὲ διαγωνισάμενος Ἡροκλῆς πρὸς Κύκνον τὸν Ἄρεως υἱὸν καθʼ ἱπποδρομίαν ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλλωνος ἱερῷ, ὅ ἐστι πρὸς Τροιζῆνι. εἶδʼ ὕστερον [*](4. ἄλλος Lehrsius] ἄλλως 23. ἕλοι Cobetus] ἔλῃ) [*](8. τὸ αὖον addidit Vill. 25. Τιλφούσᾳ] V. Thes. vol. 7) [*](12. στενοτάτῳ] Sic A, non στε- p.2185. νωτάτῳ. 27. Ἀρείων] ἀρίων) [*](15. πέριξ Friedl.] πέρας 31. *Τροιζῆνι] τρυφῆνι. Τραχῖνι) [*](17. τῶν γὰρ ἴππων Bekkerus] Heinrich. ad Hesiodi Sc. v. 120. τὸν γὰρ ἵππον)
358. στὰν δὲ μεταστοιχί ὅτι ἀντὶ τοῦ ἐπὶ στίχων· οὐ γὰρ ἀπὸ ταυτοῦ τέρματος ὥσπερ ἐπὶ τῶν δρομέων ἡ ἄφεσις γίνεται· διὸ καὶ κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων μετάκειται ὁ στίχος ἐντεῦθεν (757).
361. μεμνέῳτο προπαροξυτονητέον τὸ μεμνέῳτο. γράφεται δὲ καὶ σὺν τῷ ῑ τὸ ωῑ. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ (6, 3) “ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο.” τὸ δὲ ἀνάλογον διὰ τοῦ η, προσκειμένου τοῦ ῑ, παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (992)· “ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.” καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχτματισμοῦ διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικὴν, λέγω δὲ τῆς δρόμου, ἢ αἰτιατικῆς πληθυντικῆς τῆς δρόμους.
*δρόμους πληθυντικῶς Ἀρίσταρχος.
362. *ἄρα γρ. οἱ δʼ ἅμα.
364. *ὅτι λείπει ἡ διά, διὰ πεδίου.
372. *ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.
374. *ἐφ᾿ ἁλός αἱ πλείους ἀφʼ ἁλός· καὶ μήποτε λόγον ἔχει.
377. τὰς δὲ μετʼ ἐξέφερον οὐκ ἀναστρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέσος ὁ δέ.
383. δεόντως τῶν Εὐμήλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἄπόλλων, ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν ποιητὴν λέγοντα “τὰς ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρεως φορεούσας” (Il. 2, 766). δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θητεῦσαι Ἀδμήτῳ τῷ Εὐμήλου πατρὶ, ὡς μὲν Εὐριπίδης ἐν Ἀλκήστιδι, διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος, διὰ τὸ ἐρασθῆναι Ἀδμήτου.
385. * χωομένοιο ὅτι ἀντὶ τοῦ συγκεχυμένου.
[*](3. παρὰ τοῖς κυκλικοῖς] Vid. 13. προσκειμένου] προκειμένου Clinton. Fast. Hell. vol. 1 p. 352. 14. μεμνῇτο] μέμνηται)[*](4. στίχων Cobetus] στίχον. 22. αἱ πλείους] οὕτως Ἀρίσταρχος· Addit Cobetus διὸ παράκειται ὁ ἀστε- αἱ δὲ πλείους Bekkerus. ῥίσκος. 27. Πιερίῃ θρέψ᾿] πειερίῃ θρέψατ᾿)387. οἱ δέ οἱ ὁ Ἀσκαλωνίτης ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί, καὶ μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶς· ὡς γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλάφθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν, τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι εὐλαβηθέντες, ὧν ἐστὶ καὶ Ἀρίσταρχος, τῷ τὴν οἱ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκις εἰς σύνθετον μεταλαμβάνεσθαι, ἐγκλιτικῶς ἀνέγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλʼ ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως τῷ “οἱ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην” (500), καὶ δηλονότι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως.
391. κοτέουσʼ ἐβεβήκει γρ. κοτέουσα βεβήκει. margo ext.
403. * ὅτι ὑγιῶς κεῖται ἡ ἀντωνυμία χωρὶς τοῦ ν.
405, 406. ἀθετοῦνται οἱ δύο· πῶς γὰρ τὸ ἐκ τῆς Ἀθηνᾶς γενόμενον οἶδεν ὁ Ἀντίλοχος: καὶ τὸ τοῦ Τυδείδεω ἵπποισι δῆλον ὅτι περὶ τοῦ Διομήδους ἐστὶν ὁ λόγος.
407. τὸ ἑξῆς κιχάνετε καρπαλίμως. τὰ δὲ ἄλλα διὰ μήσου.
408. ὅτι σφῶϊν ὑμῖν ἢ ὑμῶν. ἄνω δὲ “ἔμβητον καὶ σφῶϊ τιταίνετον” (403) ἀντὶ τοῦ ἔμβητε ὑμεῖς.
411. οὐ σφῶϊν κομιδή ἔν τισι βιοτή. ἡ διπλῆ δὲ πρὸς τὸ σφῶϊν ὅτι ὑμῖν.