Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
479. τὸ πάρα ἀντὶ τοῦ πάρεισι· διὸ τὴν πρώτην ὀξυτονητέον, ὁμοίως τῷ “πάρα δʼ ἀνὴρ ὃς καταθήσει” (Od. 16, 45).
ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· πρόκειται γὰρ τὸ “ἀλλʼ αἰεὶ μύθοισι λαβρεύεαι.” καὶ τὸ “πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι·” οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργον τὸ λαβρεύεσθαι.
480. *παροίτεραι ὅτι ἐπὶ τόπου ἀντὶ τοῦ πρῶται.
481. εὔληρα ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα.
483. *νείκει ἄριστε Ἀρίσταρχος νεῖκος ἄριστε, ὡς “εἶδος ἄριστε” (Il. 3. 30).
485. *ὅτι ἀντὶ τοῦ ἄγε τὸ δεῦρο.
δεῦρό νυν ἢ τρίποδος εριδώμεθον ἐνθάδε τὸ νῦν συσταλτέον διὰ τὸ μέτρον. τὸ δὲ περιδώμεθόν ἐστιν ἓν, ἐπεὶ δηλοῖ τὸ συνθήκας ποιησώμεθα.
486. ἵστορα ὅτι ἀντὶ τοῦ μάρτυρα, οἷον συνθηκοφύλακα.
487. ἵνα γνοίης ἀποτίνων ὁ νοῦς, ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς ὁπότεραί εἰσιν ἵπποι πρότεραι.
491. *καὶ φάτο μῦθον ἐν ἄλλῳ καὶ κατέρυκε.
500. μάστι ἀπὸ τῆς μάστιος, Ἰωνικῶς, ὡς Θέτι.
501. *κατεχρήσατο.
504. *ὅτι τὰ ἅρματα ἐπέτρεχον καὶ οὐκ ἐπέτρεχεν. οὕτως δὲ διὰ τοῦ ο.
506. *πετέσθην ἐν ἄλλῳ πέτεσθον.
509. ίφροιο—παμφανόωντος ὅτι τοῦτο διακρίνει τὴν ἐν ἄλλοις ἀμφιβολίαν. πρὸς τὸ ἐνώπια παμφανόωντα (Il. 8, 435)· δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα.
512, 513. *πρὸς τὴν διαφορὰν τοῦ ἄγειν καὶ φέρειν.
514. Ἀντίλοχος Νηλήϊος ὅτι ἀπὸ τοῦ προπάτορος ὁ Ἀντίλοχος Νηλήϊος· ἔστι γὰρ θεοῦ υἱὸς ὁ Νηλεὺς Ποσειδῶνος. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἵππους πρὸς τὸ σαφέστερον.
518. *πεδίοιο ὅτι διὰ πεδίου.
521. *πεδίοιο ὅτι διὰ πεδίου.
523. σημειοῦνταί τινες ὅτι ἃ ἄνω εἶπε δίσκου οὖρα, νῦν συνθέτως δίσκουρα.
[*](19. κατεχρήσατο] τῷ στίχῳ intel- 364, 372. ligit Cobetus. 32. νῦν Friedl.] νῦν δὲ, recte, si)[*](30, 31. Plenius alibi saepe ὅτι ἃ deleatur. ἐλλείπει ἡ διά, διὰ πεδίου, velut ad v.)Πτολεμαῖος καὶ οἱ πλείους δίσκουρα ὡς λίπουρα. καὶ Ἀρίσταρχος δέ φησιν· ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν “ὅσσα δὲ δίσκου οὖρα,” τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν. κἀγὼ δὲ συγκατατίθεμαι.
527. ὅτι Ζηνόδοτος γράφει ἢ ἀμφήριστον ἔθηκεν, οὐκ εὖ· νῦν γὰρ οὐχ ἁρμόζει, ἐπὶ Διομήδους δὲ τοῦ σύνεγγυς τρέχοντος. διὰ δὲ τούτου βούλεται λέγειν οὐδʼ ὅλως ἀμφήριστον.
531. ὅτι τὸ ἤκιστος τῶν ἅπαξ εἰρημένων ἐστί. γέγονε δὲ παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ εἰς τὸ ἐλάχιστος· διὸ καὶ ψιλοῦται καὶ οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς δασύνεται. ἔστι δὲ ἐναντίον τὸ ἤκιστα τῷ μάλιστα.