Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

287. *ἄγερθεν οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ἔγερθεν.

οὕτως ἔγερθεν διὰ τοῦ ε αἱ Ἀριστάρχου, οἷον ἠγέρθησαν, ἀνέστησαν, [*](10. ἔχειν] ἐρείδεσθαι vel τίθεσθαι 25. Ξενοφῶν] De re eq. 5, 6 cum Eustathio et Apollonii Lex. 30. ἄγερθεν (sic in textu) — Friedl. ἔγερθεν] Immo ἔγερθεν—ἄγερθεν, ut) [*](21 δι᾿ ἑνὰς σ] In textu est ὅς ex scholio proximo apparet. σφωϊν)

258
ὡς ἐξῆς “καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν” (886). ἡ διπλῆ δὲ, ὅτι ἀντὶ μεσότητος τοῦ ταχέως, οὐ κατὰ τῶν ἱππέων.

291. Τρωούς ὡς πολλούς ἀνεγνώσθη· προείπομεν δὲ περὶ τῆς προσῳδίας.

295. Αἴθην ὄνομα τῆς ἵππου, πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ ταχέως τρέχειν. ἡ διπλῆ δὲ, ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα τῶν Ἕκτορος ἵππων, Αἴθων καὶ Πόδαργος (Il. 8, 185)· οὐ γὰρ εἰσάγει τετρώρῳ χρωμένους.

296. Ἀγχισιάδης Ἐχέπωλος ὅτι ἄδηλον ποῖον τὸ κύριον ὄνομα, μᾶλλον δὲ τὸ Ἐχέπωλος.

297. δῶρʼ, ἵνα μή οἱ ἕποιθ᾿ χρησιμώτερον γὰρ ἐνόμιζε πολεμικὸν ἵππον ἢ ἀστράτευτον ἄνδρα λαβεῖν.

* ὅτι θηλυκῶς τὴν Ἴλιον.

300. * τὴν ὅγ᾿ ἐν ἄλλῳ τὴν τόθ᾿.

304. ὅτι κοινότερον κατακέχρηται τῷ ἐπιθέτῳ· ἐπιφέρει γοῦν “βάρδιστοι θείειν” (310).

305. βραχὺ διασταλτέον ἤτοι ἐπὶ τὸ ἀγαθά ἢ ἐπὶ τὸ φρονέων, ἢ ἐπʼ ἀμφότερα. ἐὰν μὲν οὖν συνάπτωμεν, ἔσται ὁ λόγος, εἰς ἀγαθὰ φρονέων, οἷον εὐνοῶν· ἐὰν δὲ χωρίζωμεν, μυθεῖτʼ εἰς ἀγαθά, ἔλεγεν ἐπʼ ἀγαθῷ, ὡς καὶ ἐν ἄλλοις “ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ εἰπεῖν εἰς ἀγαθόν” (Il. 9, 102), ὃ καὶ βέλτιον. καὶ ἡ ἑξῆς διαστολὴ λόγον τινὰ ἔχει, φρονῶν αὐτὸς φρονοῦντι καὶ αὐτῷ.

306, 307. τὸ μὲν φιλεῖν ἐπʼ ἀμφοτέρων δεκτέον, τὸ δὲ τῆς ἱππικῆς ἐπὶ μόνου Ποσειδῶνος. συλληπτικῶς δὲ εἴρηται, ὡς ἐπὶ τοῦ “Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες” (Il. 5, 760).

307. ὅτι Ζηνόδοτος γράφει ἐδίδαξαν, Ἀρίσταρχος δὲ ἑνικῶς ἐδίδαξεν, ἐπὶ τοῦ Ποσειδῶνος· ἵππειος γάρ.

310. *οὕτως θείειν.

311. πρὸς τὸ ἀφάρτεροι, ὅτι ἅπαξ ἐνταῦθα· καὶ ἐσχημάτισται παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως.

316. τάχα βραχὺ διαστέλλοντες ἐπὶ τὸ κυβερνήτης σαφέστερον ἂν ποιοῖμεν τὸν λόγον.

317. ἐρεχθομένην ἐρεθομένην, ὅ ἐστιν ἐρεθιζομένην, ὡς τὸ “θυμὸν [*](34. ὡς τὸ Bekkerus] ὥστε)

259
ἐρέχθων” (Od. 5, 83) ἀντὶ τοῦ ἐρεθίσας. ἢ ἐεργομένην ἀντὶ τοῦ συνεχομένην.

319. δασυντέον τὸ ὅς· ἔστι γὰρ ἄρθρον. οὕτω καὶ ὁ Ἀσκαλωνίτης. Ἀντίγονος μέντοι ἄλλος ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον.

322. ὃς δέ κε κέρδεα εἰδῃ ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ εἰδῇ ἣ μετὰ τὸ ἵππους τίθεσθαι ὀφείλει.

327. δασυντέον καὶ προπερισπαστέον τὸ αὗον· προείπομεν δὲ καὶ περὶ τούτου.

* ὑπὲρ αἴης ἔν τισιν ὄργυιʼ ἐνὶ γαίῃ.

330. καλῶς ἡ συνήθεια στίζει μετὰ τὸ ὁδοῦ· φησὶ γὰρ τὸν καμπτῆρα εἶναι ἐν τῷ μέσῳ καὶ στενοτάτῳ τῆς ὁδοῦ (τοῦτο γὰρ συνοχὰς εἴρηκεν), λεῖον δὲ εἶναι τὸ πλησίον τοῦ καμπτῆρος χωρίον, ὃ καὶ ἱππόδρομον εἶπε. κάν τοῖς ἑξῆς (358) “σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ,” τοῦ ἀμφίς σημαίνοντος τὸ πέριξ.

336. *ἦκʼ τὸ πλῆρές ἐστιν ἦκα. καλῶς ἡ συνήθεια στίζει ἐπὶ τὸ τοῖιν· τῶν γὰρ ἵππων δεῖν φησὶν αὐτὸν ἐπʼ ἀριστερὸν κλιθῆναι.

337. *ὅτι εἶξαι ἀντὶ τοῦ χαλάσαι.