Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
232. κλίνθη κεκμηὼς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν. τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος.
243. δημῷ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εὔσηπτα εἶναι.
244. * θείομεν ὅτι συνέσταλκεν ἀντὶ τοῦ θείωμεν· καὶ ὅτι κατὰ συγκοπὴν κλεύθωμαι ἀντὶ τοῦ κελεύθωμαι, οἷον πορεύομαι.
*ἐν ἄλλῳ αὐτὸς ἰών.
245. *ὅτι τὸ πονέεσθαί ἐστιν ἐνεργεῖν.
248. δεύτεροι ὕστεροι. καὶ “δεύτατος ἦλθεν” (Il. 19, 51) ἀντὶ τοῦ ἔσχατος.
251. *τέφρη ἐν ἄλλῳ κάππεσεν ὕλη.
254. λιτί ὡς φωτί. οὕτως καὶ Ἀρίσταρχος. πᾶσα γὰρ δοτικὴ δισύλλαβος ἐπʼ ὀνομάτων εἰς τῑ λήγουσα ὀξύνεται, χρωτί δαιτί Κρητί. οὕτως οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν κατʼ ὀξεῖαν τάσιν ἀναγινώσκειν· “νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας.” οὕτως οὖν καὶ λιτί, ἴνα ᾖ μεταπλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ ἡ αἰτιατικὴ ἡ λῖτα μεταπέπλασται ἐκ τῆς λιτὸν, ὡς καὶ ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν τε ῥύπα πάντα” (Od. 6, 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς ᾱ λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς τινά κατʼ ἀόριστον προφοράν.
256. χυτήν ὅτι οὐ πᾶσα γῆ χυτὴ, ἀλλ᾿ ἡ τοῖς νεκροῖς ἐπιχεομένη.
262. *ποδώκεσιν βαρύνειν δεῖ τὸ ποδώκης, καὶ εἴρηται περὶ αὐτοῦ.
263. πρὸς τὴν ἀμφιβολίαν, πότερον ἀμύμονα γυναῖκα ἢ ἀμύμονα ἔργα. καὶ ὅτι συνεκδέξασθαι δεῖ τῷ καὶ τρίποδʼ ὠτώεντα τὸ φέρεσθαι· ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ φορητά.
266. ἑξετέ᾿ ὁ Ἀσκαλωνίτης ἐνθάδε προπαροξύνει ὁμοίως τῷ “ὄτριχας οἰέτεας” (Il. 2, 765). εἰσὶ δὲ οἳ παροξύνουσιν ὁμοίως τῷ [*](4. πολλήν] τὸ πολλήν p. 82, 541 et Lehrs. Herod. p. 15–26. Eadem fere supra p.326. 163,1528. 21. λῖτα—λιτόν] λῖ—λῖ) [*](17. βλητί] Vid. Lobeck. Paral. 22. κάθηράν—τε] καθήραντες)
267. τριτάτῳ σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ τρίτῳ, καὶ ὅτι ἄπυρον τὸν ἀναθηματικὸν, ἕτερον τοῦ ἐμπυριβήτου.
269. ὅτι οὐκ ἴσον τῷ καθʼ ἡμᾶς ταλάντῳ καὶ παρὰ τοῖς ἀρχαίοις ἦν· ὡς γὰρ ἧσσον τοῦ τρίποδος καὶ τοῦ ἵππου καὶ τοῦ λέβητος τίθεται. τὸ δὲ τάλαντον νῦν μὲν ρκ΄ δραχμὰς ἔχει· τὸ δὲ παλαιὸν ὁ μὲν Πολέμαρχος δʼ δραχμῶν, Θεόφραστος δὲ ιδ΄, Τίμαιος δὲ κδ΄.
270. ὅτι φιάλην οὐ τὸ παρʼ ἡμῖν ποτήριον, ἀλλὰ γένος τι λέβητος ἐκπέταλον ἐκ παντὸς μέρους δυνάμενον ἔχειν· διὸ ἀμφίθετον.
272. *ἐϋκνήμιδες Ἀχαιοί γρ. καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν.
273. ὅτι τὸ δεδεγμένα ἀντὶ τοῦ προσδεχόμενα, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἐμψύχων. τινὲς δὲ γράφουσιν ἱππεῦσι τάδʼ ἄεθλα.
*διχῶς Ἀρίσταρχος, δεδεγμένα καὶ δεδεχμένα.
276. ὅτι δυϊκῶς περιβάλλετον· συνωρίδι γὰρ ἐχρῶντο.
280. *κλέος γρ. τοίου γὰρ σθένος.
*ὅτι ἡνίοχος Πάτροκλος Ἀχιλλέως.
281. ὅ σφωϊν ἐγκλιτικῶς τὴν σφῶϊν ἀντωνυμίαν ἀναγνωστέον· ἔστι γὰρ τρίτου προσώπον. οὕτως καὶ διʼ ἑνὸς σ, ὡς τὸ “ὅ σφιν ἐϋφρονέων ἀγορήσατο” (Il. 1, 73.)
ὑγρὸν ἔλαιον ἤτοι τὸ σωμάτων χαλαστικὸν, ἢ τὸ ἐν ὑγρότητι διαφυλάττον καὶ μὴ ἐῶν ξηραίνεσθαι· ἢ ὅτι τὸ ἔλαιον οὐκ ἀποκρυσταλλοῦται, πολὺ ἔχον ἐν ἑαυτῷ τὸ θερμόν. ἐντεῦθεν δὲ Ξενοφῶν τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης ἐλαίου τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα.
285. τὸ κατὰ στρατόν ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἑξῆς.