Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

285. ἄλευαι προστακτικῶς ἀναγινώσκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φησιν.

286. στικτέον μετὰ τὸ χάλκεον· τὸ γὰρ ὡς ἀντὶ τοῦ εἴθε, διό. περ ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον.

*πᾶν ὅτι ἀντὶ τοῦ ὅλον.

[*](11. ῥέζε] ῥέξε ηρτισμένον. Idem τὸ δόρυ post)[*](13. ἀφεῖναι ex Orionis Etym. p. παραλογιζόμενος lectum delevit. 150, 24] ἐφεῖναι Pertinet ad v. 283 ἐν δόρν πήξεις.)[*](24. ἀπηρτισμένως Lehrsius] ἀπ-)
241

287. *καί κεν ἐν ἄλλῳ καί σφιν.

291. *χώσατο ὅτι ἀντὶ τοῦ συνεχύθη.

294. *ὅτι ἅπαξ εἴρηκε λευκάσπιδα.

300, 301. βραχὺ διασταλτέον κακός, στικτέον δὲ τὸ ἄνευθεν. τὸ γὰρ οὐδʼ ἀλέη καθʼ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἔστι.

304. ἀσπουδί ὅτι ἀσπουδί χωρὶς μόγου καὶ κακοπαθείας.

308. οἴμησεν ὅτι κἀκεῖ (Il. 21, 252) γραπτέον “αἰετοῦ οἴματʼ ἔχων,” οὐχ ὡς Φιλητᾶς ὄμματα.

315. *καλαί αἱ πλείους δειναὶ δέ.

318. ὅτι νῦν τὸν ἕσπερον κάλλιστον, ἐν ἄλλοις δὲ (Od. 13, 93) τὸν ἑωσφόρον φαάντατον· καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβάνειν. ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου.

319. ὅτι ἐπὶ τῶν αἰχμὰς ἐχόντων εὐήκεος λέγει καὶ τανυήκεος· τὴν γὰρ αἰχμὴν ἀκὴν λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης, ἐκεῖ δὲ παρῆκται τὸ “τανυήκεας ὄζους” (Il. 16, 768).

322. ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολείπῃ τι τοῦ ὅλον μικρὸν τέλος· “οἱ δή τοι τόσσον μὲν ἔχον τέλος” (Il. 18 378). καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλο σῶμα καθώπλιστο, γυμνὸν δὲ μόνον διεφαίνετο τὸ ἀπὸ τῶν ὤμων ἐπὶ τὸν αὐχένα.

324. φαίνετο δʼ ᾗ κληϊδες ἔν τισι τῶν ὑπομνημάτων φαῖνεν δʼ ᾗ κληἴδες, ἵν᾿ ᾖ ἐπὶ τῶν τευχέων, τὰ τεύχη οὐκ ἐκάλυπτε τὴν λαυκανίην, ἀλλʼ ἐποίει φαίνεσθαι.

329. ἀθετεῖται, ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσε μὴ ἀποτεμεῖν τὸν ἀσφάραγον, ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα. ἀπολογούμενοι δέ φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ ὅμοιον ἀθετεῖται κἀκεῖνο (Od. 17, 359) “εὖθʼ ὁ δεδειπνήκει, ὁ δὲ παύσατο θεῖος ἀοιδός.”

336. *ἑλκήσουσ’ ἀϊκῶς οἱ περὶ Ἀντίμαχον ἐπὶ τὸ γνωριμώτερον ἑλκήσουσι κακῶς.

342. ὅτι καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες διὰ πυρὸς ἐθάπτοντο.

343. λελάχωσι ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν.

[*](14. ἀκήν Bekkerus] ἀκμήν 21. δʼ ᾗ Cobetus] δὲ)[*](18. μ. τέλος] μ. μέρος Friedl. 33. Conf. schol. ad 23, 76.)[*](20. τὸ addidit Friedl.)
242

344. *τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη ἐν ἄλλῳ τὸν δʼ ἀπαμειβόμενος.

347. κρέᾶ ἔδμεναι κατὰ συστολὴν τὸ α ἀνεγνώσθη, ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ.

348. βέλτιον πρὸ τούτου στίζειν, καὶ τὸ ὡς εἰς τὸ οὕτω μεταλαμβάνειν.