Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

204. ἤτοι στικτέον εἰς τὸ γοῦνα, καὶ ἀφʼ ἑτέρας ἀρχῆς “ἄλλοισιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,” ἳν᾿ ᾖ τῶν προτέρων ὁ λόγος τοιοῦτος, εὐθέως δʼ ἂν ἀπώλετο ὁ Ἕκτωρ, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον. ἢ πάντα συναπτέον ἕως τοῦ ὁ δὲ δεύτερος ἔλθοι, ἵνʼ ᾖ ὁ λόγος, ἀνῄρητο δʼ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων αὐτῶ ἐβοήθησε, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα.

208. σημειοῦνταί τινες διὰ τὸ δοκοῦν ἄπορον εἶναι, μετὰ μικρὸν τούτων λεγομένων “τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον” (251).

209. ὅτι ἐντεῦθεν ἡ ψυχοστασία Αἰσχύλου πέπλασται, ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος, οὐ θανατηφόρους μοίρας.

216. ὅτι Ζηνόδοτος γράφει νῶϊν· τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ· τὸ δὲ νῶϊ χωρὶς τοῦ ν σημαίνει ἡμᾶς ἢ ἡμεῖς, ὅπερ νῦν λέγει· ἡμᾶς ἔολπα οἴσεσθαι μέγα κῦδος.

219. ἄμμι ἄμμε margo ext.

229. ἠθεῖʼ ὅτι νεωτέρου πρὸς πρεσβύτερον σεπτικὴ προσφώνησίς ἐστι τὸ ἠθεῖε.

239. *πρὸς τὸ αὐτό.

244- 246. βραχὺ διασταλτέον φειδωλή καὶ εἴδομεν, τἄλλα δὲ συναπτέον ἕως τοῦ γλαφυράς. ἤτοι δὲ στικτέον ἐπὶ τὸ γλαφυράς ἢ βραχὺ διασταλτέον. περισπαστέον δὲ τὸν η σύνδεσμον· ἀδύνατον γὰρ τῷ η συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι.

247. βραχὺ διασταλτέον ἐπὶ τὸ φαμένη· μᾶλλον γὰρ ἐμφαίνει. τὸ δὲ ἑξῆς ἐστὶ καὶ ἡγήσατο, οἷον οὐ μόνον διὰ λόγων αὐτὸν ἠπάτησεν, ἀλλὰ καὶ διὰ τοῦ προσελθεῖν ἀξιοπίστως.

*τινὲς πληθυντικῶς κερδοσύνῃς.

250. *φοβήσομαι ὅτι σαφῶς φεύξομαι.

251. δίον ὅτι τὸ δίον ἐδιώχθην. οὐ μάχεται δὲ τῷ “ἀλλ᾿ ὅτε δὴ τὸ τέταρτον” (208)· τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμον, [*](3. καρήατι δῖος Ἀχιλλεύς om. vocabulo (ἠθεῖε) praescriptam v.) [*](10. τρὶς] τρεῖς) [*](Πριάμοιο] πριάμου 21. τοῦ] om.) [*](18. τὸ] τοῦ 25. ἐστὶ—οἶον] ἐστὶν “ὤς ἡγήσατο) [*](19. πρὸς τὸ αὐτό] I. e. ἡ διπλῆ πρὸς φαμένη καὶ κερδοσύνη,” οἷον Friedl. τὸ αὐτό. Respicit ad διπλῆν eidem)

240
τὸ δὲ τέταρτον ἕως τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν.

*γρ. καὶ δίες· καὶ οὕτως εἶχον αἱ χαριέστεραι.

254. *ὅτι ἐπιμαρτυρώμεθα.

255. ὅτι μάρτυροι, οὐ μάρτυρες· καὶ γὰρ τὸ ἑνικὸν “Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω” (Il. 7, 76).

ἁρμονιάων συναρμογῶν, ἀφʼ οὗ δηλοῖ τὸ ὁμολογιῶν καὶ συνθηκῶν.

257. ὅτι καμμονίη νίκη οὐ καθολικῶς, ἀλλὰ ἡ ἐκ καταμονῆς. διὸ ἐπὶ τῶν μονομαχούντων καὶ πυκτευόντων τίθησιν, ἐπὶ δὲ δρομέων οὐκέτι.

259. *ῥέζειν ὅτι ἀντὶ τοῦ ῥέζε.

261. συνημοσύνας δασυντέον· σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ εἰς ταυτὸν ἀφεῖναι τὰ τῆς διανοίας. παρὰ τὸν ἥσω οὖν ἥμων τί ἐστι, καὶ ἥμονος ἡ γενικὴ, παρʼ ἣν τὸ ἡμοσύνη. οὕτως δὲ εἶχε καὶ τὸ μεθημοσύνη.

262, 263, 264. αἱ ὑποστιγμαὶ πιστά, ἔχουσιν, ἀλλήλοισιν· ἡ γὰρ ἀνταπόδοσις ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σέ.

266. *ὅτι τὰ ὅρκια ἔσσονται, οὐκ ἔσσεται.

εἰς τοῦτο ἡ διάνοια καταστρέφει, ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι, ὡς τὸ “πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ” (Il. Ι, 29).

275. *χάλκεον ἐν ἄλλῳ μείλινον ἔγχος.

281. ἀρτιεπής ὅτι οὐκ ἐν ἐπαίνῳ ὁ ἀρτιεπὴς, κατὰ τοὐναντίον τῷ ἀμετροεπεῖ, ἀλλὰ ὁ λάλος καὶ ὁ ἀπηρτισμένως παραλογιζόμενος. ἠσκηκὼς λόγοις ἀπατᾶν. οἱ δὲ ἐπιθυμητής· κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι, καὶ “ἐπίκλοπος ἔπλετο τόξων” (Od. 21, 397). ἢ ἀσκῶν διὰ λόγων παραλογίζεσθαι, ὡς τὸ “κλέπτε νόῳ” (Il. 1, 132).