Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

349. οὐδʼ εἴ κεν ἤτοι ἀπὸ τούτου ἀρκτέον, ἵνα ὑποστίζωμεν ἄγοντες, καὶ ἄλλα, τῆς ἀνταποδόσεως οὔσης οὐδʼ ὣς σέ γε πότνια μήτηρ· ἢ τοῖς ἄνω προσαπτέον “ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας, οὐδʼ εἴ κεν δεκάκις τε” καὶ τὰ ἑξῆς· ἔσται δὲ ἀπʼ ἄλλης ἀρχῆς “οὐδʼ ὣς σέ γε πότνια μήτηρ.”

σημειοῦνταί τινες πρὸς τὴν εἰκοσινήριτα λέξιν, ὅτι πρὸς εἴκοσι ἐξισούμενα, εἰκοσαπλᾶ.

τὸ εἰκοσινήριτʼ ὑφ’ ἓν ἀναγνωστέον, ὡς τὸ εἰκοσάβοια· ἔσται δὲ πρὸς εἴκοσιν ἐρίζοντα, ὅ ἐστιν ἐξισούμενα. παραφυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη.

351. οὐδʼ εἴ κεν ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπʼ ἀληθείας ἀντίσταθμον χρυσὸν πεποίηκε πρὸς τὸ Εκτορος σῶμα ἐν Φρυξίν.

354. *πάντα ὅτι ἀντὶ τοῦ ὅλον.

356. ἦ σʼ εὖ γινώσκων τὸν σύνδεσμον περισπαστέον· ἔστι γὰρ βεβαιωτικός.

ἡ διπλῆ δὲ ὅτι ἀπὸ τῶν ὅσσων ἡ μεταφορά. προβλέπω τῷ νῷ, ἀντὶ τοῦ προέβλεπον· ἤλλακται γὰρ ὁ χρόνος. καὶ πρὸς τὸ οὐδʼ ἄρ᾿ ἔμελλον ἀντὶ τοῦ οὐκ εἰκὸς ἦν με πείσειν.

362. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη σημειοῦνταί τινες ὅτι μόνη κάτεισιν εἰς Ἅιδου ἡ ψυχὴ, καὶ οὐ δεῖται τῆς Ἑρμοῦ παραπομπῆς.

375. ὣς ἄρα τις εἴπεσκε ὅτι οὐ πάντως πρότερον ἔλεγον, ἀλλʼ ἅμα παίοντες ἐπεφώνουν, ὥστʼ εἶναι, ὣς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε.

378. ὦ φίλοι ὅτι Ζηνόδοτος ἀντὶ τούτου πεποίηκεν “ Ἀτρείδη [*](8. ἄλλα] ἄλλα, Πρίαμος Friedl. p. 6. ex Hesychio s. v. ἀροτόν) [*](14. τὸ εἰ.] τὸ om. 26. Idem scholion supra ver-) [*](15. *παραφυλακτέον] φυλακτέον sum, ubi μή πως τῆς—αἴτιος κατα-) [*](18. ἀντίσταθμον] ἀνθιστάμενον. στῶ Correxit O. Iahn. Philol. vol. 28 29. ἄρα] ἄμα Cobetus.)

243
τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν.” οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπὶ ταύτης τῆς μάχης, ἀλλʼ ἐπὶ τῆς σκηνῆς ἔτι τραυματίας ὤν.

379. ὅτι τὴν αἰτίαν προτέταχεν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοί. ἔδει δὲ οὕτως “εἰ δʼ ἄγει᾿ , ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ὄφρα κʼ ἔτι γνῶμεν Τρώων νόον, ἢ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος, ἠὲ μένειν μεμάασιν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν.” ὁ δὲ Διονύσιος διστάζει μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παρασκενάζει γὰρ τὸ “ἐπειδὴ νῆάς τε καὶ Ελλήσποντον ἵκοντο” (Il. 23 2) καὶ “ἐπίτονος βέβλητο” (Od. 12, 423)· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι σπανίως Ὅμηρος κακομέτρους ποιεῖ.

380. *γρ. ἔρδεσκεν.

388. *ὅτι Ζηνόδοτος γρ. ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω.

393, 394. ἠράμεθα μέγα κῦδος ἀθετοῦνται στίχοι δύο, ὅτι παρὰ τὴν ἀξίαν Ἀχιλλέως οἱ λόγοι· αὐτὸς γὰρ ἦν ὁ λέγων (Il.16, 243) “ὄφρα καὶ Ἕκτωρ εἴσεται ἢ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων.”

396. ὅτι νῦν τένοντας εἶπε τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς κνήμης.

397. ἐς σφυρὸν ἐκ πτέρνης διὰ τί Ἀχιλλεὺς θανόντα σύρει τὸν Ἕκτορα; καὶ λέγομεν ὅτι οὐ διʼ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψεν (Il. 6 417), ἀλλʼ ὅτι πρότερος ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον “ἀεικέα μήσατο ἔργα,” οἷα καὶ λέγει περὶ αὐτοῦ· “κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε πῆξαι ἐπὶ σκολόπεσσι, ταμόνθ᾿ ἁπαλῆς ἀπὸ δειρῆς” (Il. 16, 176)· παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχός φησιν ὅτι πάτριόν ἐστι Θεσσαλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σίμωνα γάρ φησι, Θεσσαλὸν τὸ γένος, Εὐρυδάμαντα τὸν Μειδίου σῦραι ἀποκτείναντα Θράσυλλον τὸν ἀδελφὸν αὐτοῦ ἄρξασθαι τοῦ νόμου πρῶτον· τοῦτον γὰρ ἐξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον [*](2. ἔτι] ἐστὶ 26. *ἀπὸ] ὑπὸ) [*](9. ἐσημειοῦντο] Vid. Lehrs. Arist. 29. *Σίμωνα] σίμων *Θεσσαλὸν—νόμου πρῶτον] om.) [*](13. Ζηνόδοτος γρ.addilitCobetus. 30. *σῦραι] om.) [*](25. έ] om. 31. *γὰρ] om.)

244
ἕλκειν, ὅθεν καὶ τὸν Ἀχιλλέα ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι καὶ δῆσαι τὸν Ἕκτορα.

402. *σίλναντο ἔν τισι πίμπλαντο.

403. *δυσμενέεσσι ἐν ἄλλῳ τερπικέραυνος.

410. ὡσεὶ ἅπασα τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες ἀποδιδόασιν ὡς αὐτὴ ἅποσα. οὐκ οἷδε δὲ ὁ ποιητὴς οὔτε τὴν ι οὔτε τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (10, 419) “σοὶ μὲν νοστήσαντι, διοτρεφὲς, ὧθ᾿ ἐχάρημεν, ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα.”

411. * ὅτι θηλυκῶς ἡ Ἴλιος.

σμύχοιτο καταφλέγοιτο. ὁ δὲ λόγος, τοιοῦτος δέ φησι θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης.

*οὕτως Ἀρίσταρχος σμύχοιτο.

416. κηδόμενοί περ οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου, καίπερ ὀδυνώμενοι καὶ αὐτοί.

* Ἀρίσταρχος πληθυντικῶς κηδόμενοί περ.

428. τὸ δυσάμμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι· βέλτιον δὲ ἴσως τοῖς ἑξῆς.

429. *πολῖται γρ. γέροντες.