Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

287. * ὅτι Ζηνόδοτος γράφει κεκόρησθον, συγχέων τὸ δυϊκόν.

290. * ἐπειδὴ ἀπόλωλε τὰ τῆς πόλεως χρήματα, ἀφειδεῖν χρὴ καὶ τῶν σωμάτων.

291. ὅτι ἑτέρα ἡ Φρυγία παρὰ τὴν Τροίαν, καὶ ὅτι ἐλλείπει ἡ εἰς, ἵν᾿ ᾖ εἰς Φρυγίην.

292. κτήματα περνάμενʼ ἵκει Φρυγῶν καὶ Μῃόνων ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντὶ τούτων ἀντιφορτιζομένων, τῶν πολεμίων ἀπαγόντων καὶ πωλούντων, ἢ αὐτῶν τῶν Τρώων, ἵνα χρήματα λαμβάνωσι πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμμάχοις, οἷον ὁ Ἕκτωρ ἔφη “τὰ φρονέων δῶρα κατατρύχων” (Il. 17, 225).

298. *ἐν τελέεσσι ὅτι ἀντὶ τοῦ μὴ λύσαντες τὰς τάξεις.

300. ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει εἴ τις εὐλαβεῖται μὴ ἀπολέσῃ τὰ ἴδια κτήματα, μερισάτω αὐτὰ τοῖς Τρωσίν. πρὸς Πουλυδάμαντα δὲ, ὡς ἵνα φυλάσσηται τὰ κτήματα, συνεβούλευεν ἀπὸ τοῦ τείχους ἀμύνεσθαι.

τῶν Τρώων ὅστις ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασιν ὡς μέλλων ἀπολεῖν αὐτὰ ὑπὸ πολεμίων (τοῦτο γὰρ ἐλλεῖπον προσυπακούεται), συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις· βέλτιον γάρ ἐστιν ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Ἕκτωρ, ἵνα σώζηται αὐτῷ τὰ χρήματα.

ἄλλως. τοῦτο καὶ στρατηγήματός τινος ἔχεται· ὑποπτεύσας γὰρ [*](2. μεθʼ ἑλιγμοῦ] μετʼ ἑλιγμοῦ 5. ἐλλιπὴς] ἐλλειπὴς 29. ἀπολεῖν Vill.] ἀπολύειν)

162
τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον διὰ τὸ μὴ ἔχειν τοὺς τηρήσοντας τὰ χρήματα, φησὶ δεῖν διανέμειν τῷ πλήθει αὐτά.

308. * στικτέον ἐπὶ τὸ στήσομαι.

ἤ κε φέρῃσι πρὸς τὸ παράδοξον ἀντέθηκεν· ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν Ἕκτορα, προσθεὶς τὸ τῆς ἀδηλίας παρεμυθήσατο τὴν ἀπιστίαν.

309. ξυνὸς Ἐνυάλιος κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα. ὅμοιον δὲ τῷ “ἐπιμὶξ δέ τε μαίνεται Ἄρης” (Od. 11, 537).

310. ἐπὶ δὲ Τρῶες κελάδησαν πολλὰ ἦν τὰ συναναγκάζοντα πείθεσθαι τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρικὴ, δεύτερον δὲ τὰ χρήματα ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεὶλεν.

314. αὐτὰρ Ἀχαιοί ὅρα τὰς μεταβάσεις ὡς ποικίλαι, ποτὲ μὲν ἐν τοῖς ἔργοις, ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ· νῦν δὲ καὶ ἐφ᾿ ἑνὶ εἴδει, τῷ θρήνῳ.

317. χεῖρας ἀμφίβολον πότερον τὰς ἑαυτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλλεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον.

*διὰ τοῦ ἅπασαι, ἀνδροφόνους.

318. ὥστε λῖς ἠϋγένειος ἐμπείρως πάνυ· αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον, οἱ δὲ ἄρσενες χαίτην. νῦν δʼ ἐπὶ θηλείας· ἄρσην γὰρ οὐ σκυμναγωγεῖ. τὸ δὲ λέαινα νεώτερον ὄνομα.

319. σκύμνους σκύμνος ὡς ὕμνος εἰς ἰδιότητα ἀνεγνώσθη· τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης πρὸς διαφοράν. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ν, βαρύνεσθαι θέλει, ὕμνος κύκνος λύχνος Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. ἡ διπλῆ δὲ, ὅτι οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί.

323. *μετεφώνει γράφεται μετεφώνεε.

324. ἅλιον ἔπος ἔκβαλον ἐκτείνει τὸ πάθος ὁ τοιοῦτος λόγος· οὐ γὰρ ἐφʼ οἷς αὐτὸς ἠπατήθη λυπεῖσθαί φησιν, ἀλλʼ ἐφ᾿ οἷς αὐτὸς ἠπάτησε τὸν Μενοίτιον.

325. θαρσύνων ἥρωα Μενοίτιον καὶ τοῦτο περιπαθῶς, ὡς τοῦ Μενοιτίου οὐκ ἀντιδώσοντος τὸν παῖδα διὰ τὴν πρὸς τὸν υἱὸν φιλο- [*](30. λέγουσιν οἱ ποιηταί] λέγει ὁ ποιητής Lehrsius.)

163
στοργίαν, εἰ μὴ Ἀχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ ἐπαγγειλαμένῳ τοῦτο.

332. οὐδὲ Θέτις μήτηρ ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ, καὶ ὅτι οὐκ ἀπεκόμιζον τὰ ὀστᾶ τῶν τετελευτηκότων ἐπὶ ξένης εἰς τὰς πατρίδας. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγῃ” (Il. 7, 334).

338. *αὕτως διὰ τοῦ α αὕτως πᾶσαι εἶχον.

351. ὠτειλάς ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος, ὑπὸ δὲ Ἕκτορος οὔτασται, καὶ συλληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς.

ἐν δʼ ὠτειλὰς πλῆσαν οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου.

352. λιτί λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι λινῷ. οἱ δὲ ἐξ ἀντιφράσεως τὸ ποικίλον. οἱ δὲ, ὅ φασιν Ἀττικοὶ λῄδιον. δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί κατὰ τὸν κανόνα τοῦ Ἡρωδιανοῦ· πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, φωτί παντί θητί. οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα. οὕτως γὰρ καὶ Ἀρίσταρχος. εἰσὶ δὲ οἳ περισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει οὕτως· παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην οἰόμενον ἀπὸ τῆς λίς εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ τ κλίνεσθαι. μεταπλασμὸς οὖν ἐστὶ τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ· καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν τε ῥύπα πάντα” (Od. 6, 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς τινά κατὰ ἀόριστον προφοράν.