Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

356. Ζεὺς δʼ Ἥρην ὅτι κατὰ τὸ σιωπώμενον Ἤρα καὶ ὁ Ζεὺς γεγόνασιν ἐν τῷ Ὀλύμπῳ καὶ οὐ ξενιστέον ὅταν λέγῃ κατὰ συμπέρασμα.

362. *πρὸς τὸ κάτω τὸ κακά (367) ἡ ἀπόδοσις.

364. πῶς δὴ ἔγωγʼ τὸ ἑξῆς, πῶς δὴ ἔγωγʼ οὐκ ὄφελον Τρώεσσι· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον. παρὰ δὲ Ζηνοδότῳ κατὰ Δώριον ἐγών.

[*](7. αὕτως] αύτως sine spiritu. (sine accentibus). 13. In marg. inter. προς το λιτη 34. κατὰ Δώριον] καταδόριον)
164

372. τὸν δʼ εὗῤ ἱδρώοντα ἤτοι ἐπιστρεφόμενον, ὡς χωλόν· ἢ μεμίμηται ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν.

373. σπεύδοντα τρίποδας ὅτι τὸ σπεύδοντα ἐνεργοῦντα, καὶ ὅτι τὸ πάντας παρέλκει.

375. ὑπὸ κύκλα τινὲς ὑπόκυκλα, ὡς ὑπότροχα· οὐκ εὖ· ἔστι γὰρ τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ (4, 131) “τάλαρόν θʼ ὑπόκυκλον” κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται σημαινομένου.

376. ὄφρά οἱ αὐτόματοι ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα ᾖ ὄφρα αὐτῷ. καὶ ὅτι θεῖον ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν. ἐν δὲ ταῖς εἰκαιοτέραις κατὰ δῶμα νεοίατο.

*ἐν ἄλλῳ δύσονται ἀγῶνα.

377. βραχὺ διασταλτέον ἐπὶ τὸ νεοίατο· μᾶλλον γὰρ ἐμφαίνει. ἀξιοπίστως δὲ ὡς παρὼν, ἵνα δειχθῇ ἡ πρὸς τὴν Θέτιν σπουδὴ, ὅτι ἀτέλεστον τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν ὅσα ἠθέλησεν. ÷ ββ΄ δασεῖαν εἶχον εἰς τὸ η. (?)

378. τόσσον μὲν ὅτι ἐπὶ τῶν παρὰ μικρὸν τετελειωμένων οὕτως λέγει. “ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν” (Il. 23, 454)· “τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα” (Il. 22, 322).

381. ἐν ἄλλῳ καὶ οὗτος εὑρέθη, ἀπέστραπτο δέ. “τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.”

382. ζητεῖται διὰ τί ἐν Ὀδυσσείᾳ (8, 266) τὴν Ἀφροδίτην παρίστησι γυναῖκα Ἡφαίστου, ἐνθάδε δὲ τὴν Χάριν. κατʼ ἀμφότερα, ὅτι τῇ τέχνῃ τὴν χάριν προσεῖναι δεῖ, ἵνα καὶ ἐπίχαρις ᾖ, καὶ ὅτι χάριν ἀποδίδωσι τῇ Θέτιδι τῶν εἰς ἑαυτὸν ὑπʼ αὐτῆς εὐεργεσιῶν γενομένων πρότερον.

383. τὸ ὤπυιε παρὰ τὴν ὦπα, ἢ διὰ τὰς ὁμιλίας τὰς πρὸς τὸν γάμον, ἢ ἀπὸ τοῦ ὀπάζειν ἣν πεποίηται ἐκ μνηστείας· ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν γυναῖκα, ὡς τὸ “εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύει” (Od. 18, 254).

385. παρὰ Ζηνοδότῳ ἡμέτερονδε, καὶ Θέτις τανύπεπλος ἱκάνεις.

[*](10. κατὰ δῶμα νεοίατο] θεῖον κατὰ 19. Hoc scholion in summa δῶμα νέονται. Pertinet haec pars pagina scriptum a m. rec. scholii ad v. 377. 28. εἰ κεῖνός γʼ ἐλθὼν] ἐκείνοσγ᾿)[*](15. β—η] Haec a m. rec. in ἔχθων (sic) margine extrema. 30. Θέτις τανύπεπλος recta est)[*](17. φοῖνιξ ἦν] φοίνικι ἠνία scriptura hic et v. 424. Vide quae)
165

386. οὔτι ἀντὶ τοῦ οὐδαμῶς. ἐν ἤθει δὲ, ὥς φαμεν τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι.

392. ὧδε ὅτι τὸ ὧδε οὕτως ὡς ἔχεις, οὐδὲν ὑπερθέμενος. καὶ ἐν Ὀδυσσείᾳ (6, 218) “ἀμφίσταθʼ οὕτως.”

σεῖο χατίζει διὰ τὸ μὴ θαμίζειν ἐστόχασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων δὲ πρὸς τοῦτο γενόμενός φησι “Πλάτων νύ τι σεῖο χατίζει.”

394. ἦ ῥά νύ μοι χρηστὸν τὸ ἦθος· ἣν γὰρ μήπω οἶδεν ἀκούσας, ἐνδείκνυται τὴν προθυμίαν. ὥσπερ πρὸ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν, ἀναπεφώνηκεν εἰλημμένος ὧν ἤθελεν.

399. Εὐρυνόμη θυγάτηρ ἡδέως τῇ ἐπαναλήψει τοῦ ὀνόματος καὶ ἐπὶ τῆς ἀπουσίας ἐνδεικνύμενος τῇ Θέτιδι ὡς οὐ διὰ παρουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος.

400. τῇσι παῤ εἰνάετες ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον δὲ διὰ τὴν συναλοιφήν. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης δαίδαλα πάντα.

401. ἕλικας ἤτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἢ κόσμος ἀπὸ τῶν ὅρμων ἐξηρτημένος.

κάλυκας ἐμφερῆ ῥόδοις· οἱ δὲ δακτυλίους· οἱ δὲ ἐνώτια· οἱ δὲ χρυσᾶς σύριγγας, αἳ τοὺς. πλοκάμους περιέχουσιν, ὥς φησιν “οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52).

404. * οὕτως ᾔδεεν. γράφεται δὲ καὶ ᾔδειν.