Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

251. ἰῇ δʼ ἐν νυκτὶ γένοντο πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλήλων διαφέρουσι, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης; ἔστιν οὖν διαφορὰ τοῖς γεννωμένοις οὐκ ἐν νυκτὶ μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησὶ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται” (Il. 6, 488).

ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ. συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν, ἀλλʼ ὁ μὲν συνετὸς, ὁ δὲ πολεμικός. οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα.

[*](1. ἡδόμενον— ἀναγκάζειν αὐτὸν] 9. συνήλειπται Bekkerus] συνεί- Haec bis scripta in A, loco priore ληπται αὐτὸν ante ἀναγκάζειν collocato. 16. ἴνα] ἴνα τὸ ὅλον ὡς Friedl.)[*](τε] δὲ 27. καὶ addidit Friedl.)
160

253. ὅς σφιν τοῦτο σημειωτέον πρὸς τὸ “ὁ δὲ φῆ κώδειαν ἀνασχὼν, πέφραδέ τε Τρώεσσι, καὶ εὐχόμενος ἔπος ηὔδα” (Il. 14, 500).

254. φράζεσθε οὐδέποτε τὸ φράσαι ἐπὶ τοῦ εἰπεῖν ὁ. ποιητὴς τίθησιν, ἀλλʼ ἐπὶ τῆς διανοίας. ἔστιν οὖν περισκέψασθαι, τῇ διανοίᾳ μάλα περισσῶς βουλεύσασθαι.

256. *ὁ δέ ἀντὶ τοῦ γάρ.

257. *οὗτος ἀνήρ οἷον ὁ ἀρτίως κινήσας ἡμῖν τὸν θόρυβον.

258. ῥηΐτεροι πολεμίζειν τουτέστιν εὐκαταμαχητότεροι, ὥστε τὸ πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι.

262. *τοῦτο καθʼ ἑαυτό· μᾶλλον γὰρ ἐμφαίνει.

264. δατέονται διαιροῦνται τὸν πόλεμον, παρόσον ὁτὲ μὲν οὗτοι, ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν.

265. *μαχήσεται ἐν ἄλλῳ μαχέσσεται.

ἠδὲ γυναικῶν τοῦτο σημειωτέον πρὸς τὸ “ἀμυνέμεναι ὤρεσσιν” (Il. 5, 486) ὅτι κἀκεῖ γυναιξί λέγει, καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει.

266. *ὧδε γὰρ ἔσται ἐμφαίνει ὅτι οὐ διὰ δειλίαν ταῦτα συμβουλεύει.

269. σὺν τεύχεσιν οὐδὲ τοῦτο ἀργόν· ὑποβάλλει γὰρ ὅτι καὶ νῦν διὰ τὸ ἄνοπλος εἶναι ἀπέσχετο τοῦ πολέμου.

*εὖ νύ τις κακόν τι πεισόμενος ὑπʼ αὐτοῦ δηλονότι.

271. πολλοὺς δὲ κύνες οὐ κατάρατα καὶ βλάσφημα ταῦτα, ἀλλὰ φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ἦθος ἑαυτοῦ.

272. ἀπʼ οὔατος ἄπωθεν τοῦ ὠτὸς, οἷον μὴ ἀκούσαιμι· “αἰ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος” (Il. 22, 454).

273. *πιθώμεθα ἐν ἄλλῳ πιθοίμεθα.

ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ πιθώμεθα, ἢ κατὰ τὸ τέλος τοῦ στίχου· καὶ λόγον ἔχει ἀμφότερα.

274. νύκτα μέν τὴν νύκτα κατισχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ. ἄλλως. ὃ λέγει, τοιοῦτόν ἐστιν· διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς ἀνὰ τῆς πόλεως φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ ἡμεῖς πολεμήσομεν.

πρὸς τὸ σημαινόμενον, ὅτι ἔστι βουλευσόμεθα, τῇ βουλῇ κρατήσομεν.

279. * στικτέον ἐπὶ τὸ μάχεσθαι.

[*](33. τῇ] ἐν τῇ Lehrsius.)
161

281. ἠλασκάζων περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ἀνύων ὁδὸν, ἄλλως δὲ μεθʼ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμενος. ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων.

283. ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον, πρότερον αὐτὸν οἱ κύνες κατέδονται ἢ ἐκπέρσει. καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος, ὥσπερ οὐδʼ ἐπʼ ἐκείνου “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1, 29). στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει· ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται.

285. Πουλυδάμα ἔδει σὺν τῷ ν Πουλυδάμαν. τοιοῦτο δὲ καὶ τὸ Λαοδάμα, παρὰ τὸν ὀρθὸν λόγον.

286. ὁ μὲν φυλάσσειν τὴν πόλιν ἔφη· ὁ δὲ δεινοτέρῳ ὀνόματι τὸν λόγον ἐξεφαύλισε, προσθεὶς τὸ ἀλήμεναι.