Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

93. *νεμεσήσεται ἀντὶ τοῦ νεμεσήσηται, μέμψηται.

94, 95. *ὑποστικτέον ἐπὶ τὸ αἰδεσθείς, στικτέον δὲ ἐπὶ τὸ πολλοί· ὁ γὰρ λόγος ἐλλιπής ἐστι, λείποντος τοῦ εὐλαβοῦμαι ἤ τινος τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις “ μή τίς μοι Δαναῶν·” ἔστι γὰρ τὸ πλῆρες, εὐλαβοῦμαι μή με τῶν Ἕλλήνων μέμψηταί τις. τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθεὶς, εὐλαβοῦμαι μή πώς με περιστήωσʼ ἔνα πολλοὶ ὄντες.

95. * Ἀρίσταρχος διὰ τοῦ η, περιστήωσι.

*προσληπτέον τὸ εὐλαβοῦμαι.

96. εἰς τὸ πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν προκατασκευάζει.

98. ὁπποτ᾿ ἀνὴρ ὅτε ἀνὴρ βούλεται ἀνδρὶ μάχεσθαι ὃν θεὸς τιμᾷ, πρὸς θεὸν μάχεται.

πῶς ἅμα πρὸς δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι ἀλλὰ τὸ πρὸς δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγομεν πρὸς κῦμα, ἐναντιούμενος δαίμονι· ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ θεῷ μάχεται τῷ ἐκεῖνον στέργοντι. ὁ Πίνδαρος ἴσον μὲν θεὸν ἄνδρα τε φίλον ὑποτρέσαι ἐκέλευσεν, ἐπʼ ἴσης τόν τε θεὸν [*](2. καὶ πρὸς Cobetus] καὶ γὰρ πρὸς)

129
καὶ τὸν φίλον θεῷ ἄνδρα θεοφιλῆ. “μὴ θαύμαζε γάρ” φησὶν ὁ Πλάτων (?) “εἰ ἱέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεοὺς, ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι.”

ἄλλως. οὐκ ἄρα τῷ πολέμῳ οὐδὲ τοῖς Τρωσὶν ὑποχωρεῖ, ἀλλὰ τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται. τὸ δὲ τῆς διανοίας οὕτως· τῷ φωτὶ ὅν κε θεὸς τιμᾷ, πρὸς δαίμονά ἐστι μάχεσθαι.

ἡ ὑποστιγμὴ μετὰ τὸ τιμᾷ. ὁ δὲ λόγος, ὁπότʼ ἄν τις βούληται παρὰ θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι, ὀφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι. τὸ γὰρ πρὸς δαίμονα ἀντὶ τοῦ παρὰ θεοῦ γνώμην, ὡς καὶ “πρὸς δαίμονά περ εἴ πως ἐρυσαίμεθα” (104).

101. *χωρήσαντʼ ἀντὶ τοῦ παραχωρήσαντα, ὑποχωρήσαντα.

103. *ἰόντες Ζηνόδοτος ἰόντε δυικῶς.

105. κακῶν δέ κε φέρτατον εἴη ὡς ἐν κακοῖς τοῦτʼ ἂν εἴη φέρτατον τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ.

ἄλλως. ἐὰν πρὸς τῇ ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκίαν ὑπομείνῃ ὁ Πάτροκλος.

ἄλλως. τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γένοιτο.

109. ὥστε λῖς οὐκ ἀσθενεῖ ζῴῳ παρέβαλεν, οὐδὲ τῷ εἰωθότι φεύγειν, ἀλλὰ τῷ ἀλκιμωτάτῳ, ὅν φησιν οὐκ ἀδικεῖσθαί τι πρὸς τῶν ἀμυνομένων, δρᾶσαι δὲ κωλύεσθαι.

110. δίωνται ὡς λέγωνται. ἔστι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίσις παῤ αὐτῷ.

*οὕτως δίενται ὡς τίθενται. μέμνηται ὁ Ἡρωδιανὸς ἐν τῷ μ΄.

112. ὅτι τὴν κατὰ ἀγρὸν ἔπαυλιν μέσσαυλον· οἱ δὲ Ἀττικοὶ τὴν μέσην θύραν τῆς αὐλῆς, τὴν διορίζουσαν τήν τε γυναικωνῖτιν καὶ τὸν ἀνδρῶνα. τὸ δὲ παχνοῦται πήγνυται, φρίσσει, ἀπὸ τῆς μάχης διὰ τὴν αὐλήν.

115. παπταίνων Αἴαντα μέγαν ὅτι πάλιν μέγαν εἶπε τὸν Τελαμῶνος Αἴαντα κατὰ σύγκρισιν τοῦ Ὀϊλιάδου· ἐκεῖνος γὰρ μικρότερος· “μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος” (Il. 2, 528).

121. προσέθηκεν Ἀχιλλεῖ εἰς μείζονα προτροπήν· καὶ γὰρ αἰσχρὸν ἦν τῷ Αἴαντι μάλιστα ὑπὸ Ἀχιλλέως καταγνωσθῆναι, μεθʼ ὃν ἦν αὐτὸς ἄριστος.

[*](10. περ] om.)[*](27. μάχης (*πάχνης)—αὐλήν] πάχ-)[*](15. αἰκίαν] οἰκείαν hic et p. 130, 19. νης—λύπην Lehrsius.)
130

125. Ἕκτωρ μὲν Πάτροκλον ἵτι ἔοικε παρεπιτιμῶντι ὁ Ἀρί- σταρχος τῷ Ὁμήρῳ· οὐ γὰρ αὐτὸς ἦν ὁ Ἕκτωρ ὁ σκυλεύσας τὸν Πάτροκλον, ἀλλʼ ἀπʼ αὐτοῦ περιόντος ἀφείλετο τὰ ὅπλα οὕτως Ἀπόλλων, ὁ δὲ αὐτὸν γυμνὸν ἔτρωσε· “λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων” (Il. 16, 793). ὁ δὲ Διονύσιος τὸ σημεῖόν φησιν, ὅτι ἤλλακται πτῶσις “ Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα” ἀντὶ τοῦ Πατρόκλου.

126. ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν, ἵνα ἀφέληται τὴν κεφαλὴν, τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψῃ· οὐδέπω γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων, ὅτι τὸ Σαρπηδόνος σῶμα ὑπό τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι. δεῖν οὖν πολεμήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν ἀποδῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Ἔαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμενοι τὸν Πάτροκλον· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπὸ τῶν Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται. ὁ δὲ Ὅμηρος, ἵνʼ ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου, ταῦτα ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος κινδυνεύειν κρίνουσιν, οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχονται ὑπὲρ τῆς αἰκίας τοῦ Πατρόκλου· χαλεπὴ ἡ αἰκία, καὶ συγγνωστὸς ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ἐπʼ ἐκδικίᾳ τοῦ φίλου· χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος.

132. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ οὗτος ὥσπερ τεῖχος εἰς σκέπην τῷ σώματι τοῦ Πατρόκλου τὸ σάκος προβέβληται.

133. *οὕτω χωρίς τοῦ ι ἑστήκει.

[*](1. ὅτι ἔοικε παρεπιτιμῶντι ὁ 6, 1. γενόμενοι δὲ ἐξαίφνης οἱ παῖδες Ἀρίσταρχος τῷ Ὁμήρῳ] Verba ex τέλειοι ἐπὶ τὴν ἐκδικίαν τοῦ πατρὸς alio scholio perdito (fortasse Por- ἐξῄεσαν. Chrito 7, 1 p. 153, 3. phvrii) inepte illata, ut monuit ὃν γὰρ διανοῇ (τρόπον θανάτου) φέρει Lehrsius in Aristarcho p. 15 (17). μέν τινα φθόνον βασιλεῖ—οὐ μεγιάλην Nam Aristonicum hoc potius dix- δὲ ἐκδικίαν ὧν πεπόνθαμεν. Inscr. isse videri ἡ διπλῆ πρὸς τὸ δοκοῦν ap. Boeckh. vol. 1 p. 428, 43. μάχεσθαι, ut ad 6, 265. 11, 51. ἐκδικία γένοιτο. Quibus quartus ac-)[*](3. οὕτως] πρώτως Friedlaende- cedit testis scholiasta ipse supra. p. 127, 7. ἐπεὶ περὶ τῶν Πατρόκλου)[*](21. ἐπʼ ἐκδικίᾳ scripsi pro ὑπεκ- τριχῶν εἶπεν “μιάνθησαν δὲ ἔθειραι” δικίᾳ, vocabulo nusquam lecto. (Il. 16, 795) εἰς ἐκδικίαν καὶ παρα- Similiter scriptores in Thes. vol. μυθίαν.)[*](3 p. 397 citati, Apollodorus 3, 7. 25. οὔτω Cobetus] ο)
131

ἐπὶ μὲν τῆς Μενελάου εἰκόνος τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν, ἐπὶ δὲ τῆς τοῦ Αἴαντος τὸ ἄλκιμον.

134, 135, 136. παρὰ Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ ἦσαν οἱ γ΄ στίχοι, ἴσως, φασὶν ἔνιοι, ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν, ἀλλὰ θήλειαι μόναι. κατὰ δὲ τὸ ἀρσενικὸν καὶ ἐπὶ τῆς θηλείας τέτακται ὁ λέων, καὶ ἔστιν ἐπίκοινον. ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ ἃ καὶ ἐπὶ θηλυκῶν τάσσεται, καὶ θηλυκὰ ἃ καὶ ἐπʼ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπʼ ἄρσενος καὶ θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπʼ ἀρσενικοῦ τίθεται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην, λέαινα δὲ ἡ θήλεια· κατὰ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χοώμενον “ᾧ ῥά τε νήπἰ ἄγοντι,” οὐχὶ “ᾗ ῥά τε νήπιʼ ἀγούσῃ.” ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.

135. *ἐπακτῆρες κυνηγοὶ, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας.

136. ἐπισκύνιον τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος, ἤτοι τὸ τοῦ δέρματος συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργίζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις. ἱστόρηται τοῦτο ἐπὶ τῆς ἀληθείας· φασὶ γὰρ, ὅταν ἐμπέσῃ λέων ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κατανεύειν καὶ καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας καταλίπῃ τὸ τέκνον.

ἕλκεται ἔφη ἀντὶ τοῦ ἕλκει. καλύπτων δὲ, ὁ λέων· διὸ καὶ διὰ τοῦ ω γράφεσθαι συνεφώνουν ἅπασαι.