Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

139. *ἑστήκει οὕτως ἔξω τοῦ ῑ.

142. Ἕκτορ μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν, καὶ τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι.

[*](3. Male praefixum lemma servatio Didymi de Aristarchi ἑστήκει ῶς τίς τε λέων, quod est scriptura, saepius in scholiis repe- initium versus 133, non 134. tita, ut ad 4, 329. 367 ἑστήκει])[*](16. ἐπάγειν] *ἐπάγεισθαι οὕτως Ἀρίσταρχος Ἰακῶς ἑστήκει. 6)[*](24. καλύπτων] In textu καλύψων. 373 ἐφειστήκει] Ἀρίσταρχος χωρὶς)[*](25. τοῦ ω Bekkerus] τοῦ ν τοῦ ῑ ἐφεστήκει. 11, 600. 12, 446.)[*](26. οὕτως addidit La Roche 18, 557. 22, 36. 23, 106. 691. Textkr. p. 244, ut supra p. 130, 25 Od. 11, 544. De quo pluribus οῦτω χωρὶς τοῦ ῑ ἑστήκει. Est ob. dixit La Roche l. c.)
132

143. φύξηλιν παράγωγον ἀπὸ τοῦ φύξω μέλλοντος, φυγάδα ὄντα καὶ δειλόν. καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι ἔγκειται ἐν τῇ λέξει. περισπαστέον δὲ τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βεβαιωτικῶς κεῖται.

144. σαώσεις οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ σαώσῃς διὰ τοῦ η.

149. διὰ τοῦ ν, μεθʼ ὅμιλον. παρὰ δὲ Ζηνοδότῳ μεθʼ ὁμίλου· καὶ λόγον ἔχει ἀντὶ τοῦ ἔξω ὁμίλου.

150. ἀγνοοῦσι τὰ ᾠκονομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι.

151. ἕλωρ ἡ διπλῆ, ὅτι τὰ ἑλώρια οὐκ ἔστι βρώματα, ὡς οἱ γλωσσογράφοι, ἀλλʼ ἑλκύσματα.

152. *πόλλʼ ὄφελος πολλαχῶς ὠφέλημα.

153. ὑπόνοια τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου, εἰ μὴ τὸν Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφʼ αὑτοὺς ἔχοιεν εἰς ἀνταπόδοσιν τὴν περὶ Σαρπηδόνος· ἄριστος γὰρ οὗτος, ὥστε μὴ ἀμεληθῆναι τὴν ἀνακομιδὴν τοῦ σώματος αὐτοῦ, ἐξ οὗ συνέβαινεν ἀνταποδίδοσθαι τὸν Σαρπηδόνα. διὸ ἐπιφέρει “τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσί.”

*ὅτι Ζηνόδοτος γράφει κύον ἔτλης. ἄλογον δέ.

154. ἤτοι ὑποστικτέον ἀνδρῶν, ἵνα στίζωμεν ἴμεν, ὁ δὲ λόγος εἴη, διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων, οἴκαδε πορευσόμεθα· ἢ ὑποστικτέον ἐπὶ τὸ ἴμεν, ἵνʼ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ σύνδεσμος περισσεύῃ, Τροίῃ δέ, τοῦ λόγου τοιούτου γινομένου, διόπερ νῦν εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν, ἀπόλοιτο ἂν ἡ Τροία.

155. τὸ πεφήσεται οὐκ ἔστιν ὅμοιον τῷ “πέφαται δʼ ὤριστος Ἀχαιῶν” (689), ἀλλὰ πεφήσεται ὄλεθρος φανήσεται.

161. *οὕτως διὰ τοῦ η, τεθνηώς.

*καί μιν ἐρυσαίμεθα χάρμης καὶ διὰ μάχης αὐτὸν ἐξελκύσαι-

163. οὐκ ἴσασιν οἱ περὶ τὸν Γλαῦκον εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν εἰς Λυκίαν ὑπὸ τοῦ ὕπνου καὶ τοῦ θανάτου· διό φησιν ἀντιρυσιάσαι τὸν Πάτροκλον ἕως ἂν κομίσαι τὸν Σαρπηδόνα.

*ὅτι ἐπὶ ἀψύχων τὸ ἀγοίμεθα.

[*](1. ἀπὸ τοῦ φύξω μέλλοντος ad- 29. οὐκ Cobetus] ὅτι οὐκ didit Bekkerus.)[*](31. ἕως ἄν κομίσαι] ὡς ἀνακομίσαι)[*](12. ὑπόνοια Cobetus] ὅτι ὑπόνοια Friedlaenderus.)[*](27. *ἐξελκύσαιμεν] ἐξελκύσωμεν)
133

διὰ τὸν Πάτροκλον ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος. πῶς: διδάξει δὶὰ τῶν ἐπιφερομένων “τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος.” οὐκ ἂν ἐναδιαφοροῖεν τῇ αἰκίᾳ τοῦ Πατρόκλου διὰ τὸ εἶναι αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα, ἀλλὰ ταχέως ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα, ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν Πάτροκλον.

166. οὐκ ἐτάλασσας οὐχ ὑπέμεινας. ἀπὸ τούτου καὶ τλήμων ὁ ὑπομενητικός.

170. Γλαῦκε, τίη δὲ σύ πρὸς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται· ὡς ὑβρισμένος γὰρ ἀγανακτεῖ.

*τίη Ἀττικῶς διὰ τί.

171. *ὢ πόποι παρὰ Ζηνοδότῳ ὦ πέπον, οὐ κακῶς.

172. τῶν ὅσσοι Λυκίην μεμείωκε τὴν ἔμφασιν, καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος.

173. παρὰ Ζηνοδότῳ νῦν δέ σε, ἔξω τοῦ υ. ὅτι νῦν μὲν ὀρθῶς ἔχει, ἐν δὲ τῇ Ξ (95) κακῶς ἐντεῦθεν μετενήνεκται.

174. μέ φῃς ἀξιοῖ ὁ Ἀσκαλωνίτης ἀναγινώσκειν δισυλλάβως ἐπὶ ἀορίστου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοσυλλάβως ἐπὶ ἐνεστῶτος χρόνου. διὸ καὶ σὺν τῷ ι γράφεσθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ συγκατατίθεμαι. διὸ ἐν τῇ συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου.

176. *αἰγιόχοιο γράφεται ἠέ περ ἀνδρός.