Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

270. *ἤχθαιρε Ἀρίσταρχος διὰ τοῦ ε, ἔχθαιρε.

272. μίσησεν ἰδίως κέχρηται τῇ λέξει, καὶ ἅπαξ γε νῦν μόνον. λέγει δὲ, μισητὸν ἡγήσατο ἐγκύρημα γενέσθαι κυσὶ τὸν Πάτροκλον.

273. *ἑταίρους ἐν ἄλλῳ Ἀχαιούς.

279. τέτυκτο οὕτως Ἀρίσταρχος τέτυκτο· ἄλλοι ἐτέτυκτο. Αἴας ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς ἄλλοις ἔργοις διέφερε τῶν ἄλλων πάντων Ἑλλήνων.

285. τὸ ῥεῖα εἰς τὸ ἐσκέδασε.

295. ἤρικε ἐνεργητικὸν ἀντὶ παθητικοῦ. σημαίνει δὲ τὸ διεκόπη.

[*](9. ἀπὸ Bekkerus] ὑπὸ manu recentiore suppleta sunt,)[*](12. προσσχόντα] προσχόντα scholiis omissis.)[*](16. In marg. κῦμα τόσον βοάα, 26. Scholia versuum 279 572.)[*](κύματος ἐκβολαί. ex codice Athoo sumsi, de quo)[*](23. Hoc scholion ultimum est supra dictum est ad vol. 1 p. 251 folii 228 b: folia 229—234 (v. 27. 277—577.) quum exvidissent, a)
139

301. Λαρίσης ἑτέρα ἐστὶν αὕτη ἡ πόλις παρὰ τὴν Θεσσαλικήν.

327. ὑπὲρ θεόν θεοῦ μὴ βουλομένου. πῶς ἂν καὶ παρὰ τὴν θείαν θέλησιν ῥύσαισθε τὴν πόλιν, ὅτε τοῦ Διὸς συμπράττοντος ὑμῖν διὰ τὴν ἰδίαν ἀσθένειαν λείπεσθε;

328. ὡς δὴ ἴδον ὡς ἐγὼ ἄλλους εἶδον τῷ ἰδίῳ σθένει πεποιθότας καὶ τῇ ἠνορέα καὶ τῷ πλήθει τῷ ἰδίῳ ὅσον που εἴη, καὶ εἰ ἔλαττον εἴη τῶν πολεμίων τὸ πλῆθος αὐτῶν καὶ εἰ οἱ θεοὶ μὴ ἐπικουροῖεν αὐτοῖς.

330. τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. τὸ δὲ ὑπερδέα σφόδρα ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου· δείκνυσι γὰρ ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μαχομένους καὶ πολυπληθίᾳ προύχοντας καὶ συμμαχίᾳ θεοῦ.

361. οὗτοι δὲ ἐπάλληλοι πυκνοὶ ἔπιπτον.

364. Ζηνόδοτος τρῦτον καὶ τὸν ἑξῆς ἀθετεῖ χωρὶς λόγου, καίτοι μέγιστον ἔχοντας τῶν Ἑλλήνων ἔπαινον.

368. εἰς τιμὴν ταῦτα πάντα τοῦ Πατρόκλου, διʼ ὅπερ καὶ τὸ παράδοξον προστίθησιν· οὐ γὰρ ἐν παντὶ τόπῳ τῆς μάχης, ἀλλʼ αὐτῷ μόνῳ τῷ Πατρόκλῳ καὶ τοῖς ἀμφὶ τὸν Πάτροκλον περιέθηκε τὴν ἀχλύν.

ἐπί θʼ ὅσον ἄριστοι ὁ τε σύνδεσμος περιττὸς καθʼ Ὁμηρικὴν συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφʼ ὅσον τῆς μάχης ἔστασαν οἱ ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι· οἱ μὲν ἄλλοι τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντα, “οἱ δʼ ἄλλοι Τρῶες εὔκηλοι πολέμιζον.” οἱ δὲ ἄριστοι περὶ τοῦ Πατρόκλου σώματος ἀγωνιζόμενοι σκότει κατείχοντο. ἐκ τούτου δὲ τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει, ὅτι τὰ σώματα παρατεθείκεσαν, ὥστε καταφέρειν τὰς πληγὰς ἀπροοράτως εἰς τὸ τυχόν. ἡ διπλῆ δὲ, ὅτι ὁ Ζηνόδοτος γράφει διὰ τοῦ “ἐπὶ τόσσον,” κακῶς. μενούσης γὰρ τῆς διὰ τοῦ θ γραφῆς περισσὸν νοητέον τὸν τε σύνδεσμον· ὁ δὲ νοῦς ὡς προείρηται.

381. τὼ δὲ οἱ περὶ τὸν Ἀντίλοχον περιεβλέποντο ἀπὸ τῶν ὄσσων, περιέβλεπον δὲ θάνατον καὶ φύζαν ἑταίρων, ἵνʼ εἰ μέν τινες. τεθνήκασιν ὑπερμάχωνται τῶν σωμάτων, εἰ δὲ φύγοιεν, σκεπάζωσιν· οὕτως γὰρ ὁ Νέστωρ ἐπετέλλετο.

387. παλάσσετο αἱ χεῖρες ἐπαλάσσετο, οὐχὶ ἐπαλάσσοντο· τὸ [*](8. Idem scholion in codice Veneto B cum levi scripturae diversitate.)

140
δὲ τοιοῦτον Πινδαρικὸν σχῆμα. τὸ μαρναμένοιιν δυῖκόν ἐστιν ἐπʼ ἀμφοτέρων στρατευμάτων· τὸ δὲ σημεῖον ὅτι ἰδίως εἶπεν.

390. εθύουσαν ἀντὶ τοῦ πεπληρωμένην λίπει, ὡς οἱ μεθύοντες.

392. κυκλόσʼ ἐπίρρημα· οὕτως δὲ ὁ Ἀσκαλωνίτης παροξύνει.

425. χάλκεον ὅτι πρὸς τὸν Ὄλυμπον διέσταλται.

432. πλατὺν εἴρηκε τὸν Ἑλλήσποντον οὐχ ὅτι τοιοῦτος, ἀλλʼ ὅτι σύγκρισίς ἐστι τῶν κατὰ τὸν ναύσταθμον μερῶν πρὸς τὰ ἄλλα μέρη τοῦ Ἑλλησπόντου. τὰ γὰρ κατὰ τὸν ναύσταθμον πλατύτερά ἐστι τῶν διαστημάτων τῶν ἄλλων ἀπεστενωμένων. λέγει οὖν ἀντὶ τοῦ ἐπὶ τὰ πλατύτατα μέρη τοῦ Ἑλλησπόντου.

447. σημεῖον, ὅτι πᾶν μὲν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίᾳ, πλέον δὲ ὁ ἄνθρωπος.

460. τὸ χῆνας ἐπὶ τῶν Τρώων εἰς ἀπραξίαν αὐτοὺς διαβάλλων.