Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

227. θύς κατʼ εὐθὺ τῶν πολεμίων.

ἄλλως. σκόπει τὴν ἄνοιαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν ὧν παρέσχεν αὐτοῖς, ἀντιδοῦναι τὰς ψυχάς.

228. ὀαριστύς ὀαρίζειν κυρίως ἐστὶ τὸ ὁμιλεῖν· νῦν δὲ μεταφορικῶς. τίς ἡ πολέμου ὁμιλία; ἢ ὄλεθρος ἢ σωτηρία. ὁ δὲ λόγος, αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ὅ ἐστιν, οὕτως δεῖ ἀναστρέφεσθαι ἐν πολέμῳ καὶ ἀριστεύειν· αὕτη γὰρ καὶ ἀρετὴ πολεμούντων.

229. *τεθνειῶτα διὰ τοῦ η᾿ Ἀρίσταρχος.

231. *τῶν Ἀρίσταρχος κατὰ δοτικὴν ἥμισυ τῷ ἐνάρων.

[*](1. Inter gl. interlinearis. Friedl.)[*](13. πρῶτον] εἰρημένον ὑγιὲς εἶναι 23. διατροφήν Bekk.] διαστρο- nddit Lehrsius.)[*](19. Alterum ἢ τοῖς addidi.)
137

οὕτως τῷ Ἀρίσταρχος κατὰ δοτικὴν, τῷ ἐρυσσαμένῳ. ἐνάρων δὲ λέγει ὧν περιέκειτο.

233. βρίσαντες ἑαυτοὺς καταβαρύναντες, στῖφος ποιήσαντες καὶ στερεώσαντες.

234. λπετο οὕτως Ἀρίσταρχος διὰ τοῦ ε. γράφεται καὶ διὰ τοῦ η.

237. καὶ τότʼ ἄῤ Αἴας ὅτι ἡ πρός ἐλλείπει, ἵν᾿ ᾖ προσεῖπε τὸν Μενέλαον. καὶ ἐν Ὀδυσσείᾳ (23, 191) “ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι,” προσείποι.

240. νέκυος πέρι ὅτι ἄδηλον πότερον περὶ νέκυος Πατρόκλου ἢ περὶ Πατρόκλου τοῦ νέκυος γεγονότος. ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὅπως τὸ ἑξῆς γένηται περὶ νέκυος.

*Ἑλληνικῶς καὶ ἐπιεικῶς οὐδὲν μεγαληγορεῖ ὡς οἱ βάρβαροι.

242. ὅσσον ἐμῇ κεφαλῇ εριδείδια ἐνθάδε οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ἐπεὶ δοκεῖ ἀντὶ τῆς ὑπέρ κεῖσθαι καὶ ἐνηλλάχθαι πτῶσις· ἀντὶ γὰρ τοῦ ὑπὲρ ἐμῆς κεφαλῆς. διὸ καὶ σημεῖον παράκειται.

*ὅτι ἐνηλλάγη ἡ πτῶσις.

*οὐ δεῖ ἀναστρέφειν ἐνταῦθα τὴν πρόθεσιν.

245. ἤν τις ἀκούσῃ δύναται μὲν λέγειν, ἐάν τις ἀκούσῃ διὰ τὸν κτύπον καὶ τὸν θόρυβον· δύναται δὲ καὶ οὕτως, ἐὰν ἄρα τις ὑπακούσῃ καὶ μὴ καταπτήξῃ.

248. ὦ φίλοι κἀνταῦθα τὸ Ἑλληνικὸν δείκνυται· οὐ γὰρ κατʼ ἄνδρα κληθέντες οὐδὲ κατὰ πρόσωπον διαιρεθέντες συνέρχονται, ἀλλʼ ὁμοῦ πάντες· ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον ἡγεῖτο τῆς φυσικῆς ὀνομασίας.

250. πίνουσιν πρὸς τὴν ἀποστροφήν· οὐ γὰρ εἶπε πίνετε. δήμια δὲ τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσιν.

*ἕκαστος ἔν τισι διὰ τοῦ ᾱ, ἕκαστα.

251. *ἐκ δὲ Διός παρὰ τὸ “ἐκ δὲ Διὸς βασιλῆες” (Hesiod. Th. 96).

253. *τόσση θαυμαστικῶς, οἷον μεγάλη.

255. Πάτροκλον αὐτὸ τὸ ὄνομα ἤρκεσε πρὸς δυσώπησιν. αἰδέσθητε, φησὶ, Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι, οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβὼν, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον, [*](5. Ἀρίσταρχος La Roche 26. πίνετε Bekkerus] πίνεται Textkr. p. 423] ἀριστοφάνης 32. *ἤρκεσε] ἠρκέσθη)

138
ὡς καὶ τῆς Ἑλένης τὸ ὄνομα ἤρκεσε τῷ Εὐριπίδῃ πρὸς πᾶσαν λοιδορίαν, λέγοντος “Ἑλένη, τί σοι λέγοιμʼ ἄν;”

260. * τίς κεν ᾗσι φρεσίν ἐν ἄλλῳ τίς κʼ ᾗσιν ἐνὶ φρεσίν: τῶν δʼ ἄλλων ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. οὐδὲν δὲ ἔχουσιν εἰς ἐπαιτίασιν, ἀλλʼ αὔξουσι τὸ μέγεθος τῆς ὑπὲρ Πατρόκλου μάχης.

263. ροχοῇσι προχοὰς Ὅμηρος λέγει τὰς εἰς θάλασσαν προχύσεις τῶν ποταμῶν, αὐτὰ τὰ στόματα. διιπετέος δὲ διοπετοῦς· οἱ γὰρ ὄμβροι ἀπὸ Διός.

264. *βέβρυχεν ἐν τῇ κατὰ Ἀριστοφάνη

265. Σόλωνά φασι τὸν νομοθέτην, μιμησάμενον τὴν Ὁμήρου ποίησιν ἐν ἅποσιν, ἐνθάδε γενόμενον καὶ προσσχόντα τῷ στίχῳ σφόδρα κατʼ εὐεξίαν ἐπιτετευγμένῳ διαπορῆσαι, καὶ θαυμάσαντα κατακαῦσαι πάντα τὰ ἴδια σκέμματα. τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ βοόωσιν ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνῳδίαν. καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει· “οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ” (Il. 14, 394).

268. *φραχθέντες Ζηνόδοτος ἀρθέντες.

ἀμφὶ δʼ ἄρα σφιν ἐπὶ τιμῇ τοῦ Πατρόκλου τοῦτο φαίνεται πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος (Il. 16, 459) “αἱματοέσσας δὲ ψιάδας.”