Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

139. *τοῦ γε Ζηνόδοτος καὶ Ἀριστοφάνης τοῦ δέ.

141. γενεήν τε τόκον τε τοὺς γονεῖς καὶ τὸ γένος· δισσολογεῖ διʼ ἀμφοτέρων τὴν γένεσιν. ὁ δὲ νοῦς, ἀδύνατόν ἐστι θεῷ ῥύσασθαι τὴν ἐξ ἑαυτοῦ ἀνθρωπίνην γένεσιν· τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται· καὶ τοῦ θανάτου ῥύεσθαι.

142. θρόνῳ ἔνι ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐν θρόνῳ, ὁμοίως τῷ “υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι” (111).

146. Ζεὺς σφώ καὶ τὸ Ζεύς καὶ τὸ σφώ ἐγκλιτέον, τουτέστι βαρυτονητέον, ἐπεὶ δευτέρου προσώπου ἐστὶ καἰ μεταλαμβάνεται εἰς τὸ ὑμᾶς.

147, 148. αὐτὰρ ἐπὴν ἔλθητε ἀθετοῦνται ἀμφότεροι, ότι ἀνηθοποίητοί εἰσι· καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα, ὤφειλον ὑπακούειν τῷ Διί. καὶ λόγον ἂν εἶχεν ἡ ἐντολὴ, εἰ κεχαρισμένον τι αὐτῇ ἐπετέλουν καὶ μὴ ἐναντίον, ὥστε ἔδει μᾶλλον παρακαλεῖν εἰς τὸ παριδεῖν τι τῶν ὑπὸ Διὸς προστασσομένων.

*καὶ Ἀριστοφάνης προηθέτει.

152. * βέλτιον τὸ ἥμ ενον τούτῳ προσδίδοσθαι.

153. ἥμενον, ἀμφὶ δέ μιν θυόεν νέφος ὅτι τοῦτό ἐστι τὸ νέφος [*](11. θεοῖς] θέτις 23. ὄλωλε] ὀλώλῃ 33. τὸ—πούτῳ] τῷ—τοὖ)

68
ὑπὲρ οὗ ἔμπροσθέ φησι (Il. 14, 350) “τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω.” θυόεν δὲ εὐῶδες, ἀπὸ τῶν θυμιαμάτων.

154. *νεφεληγερέταο βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.

155. οὐδὲ σφῶιν ἰδών ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία· τρίτου γάρ ἐστι προσώπου, διʼ ὃ τὸν δε σύνδεσμον ὀξυτονητέον. ὁμοίως οὖν ἀναγνωστέον τῷ “καί σφωϊν δὸς ἄγειν” (Il. 1, 338).

*ὅτι τὸ ἐναντίον ὑπακοῦσαι δεῖ, ἀλλʼ ἀπεδέξατο.

158. *ὅτι οὐκ ἔστιν ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως.

βάσκ’ ἴθι Ἶρι ταχεῖα εἴρηται ἐν τῇ (144) ὅτι ἀμφίβολός ἐστιν ἡ μεταξὺ τούτων διάστασις· ἡ μὲν γὰρ συνήθεια συνάπτει, ὁ δὲ λόγος χωρίζει.

159. προπερισπαστέον τὸ ἀγγεῖλαι· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον “μηδὲ ψευδάγγελος εἶναι.” οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ ἄνωχθι προστακτικῶς ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον τῷ “τῆ δὲ τόδε κρήδεμνον ὑπὸ στέρνοισι τανύσσαι” (Od. 5, 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν.

161. *ἔρχεσθαι μετά γράφεται καὶ ἔρχεσθʼ ἢ μετά.

*τι ἁφʼ ἑαυτοῦ ὁ Ζεὺς τὴν θάλασσαν δῖαν εἴρηκεν.

162. εἰ δέ μοι τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ νῦν ἡ μοι ἐγκλιτικὴ καὶ ἀπόλυτος.

165. ἐπεί εὑ φημί καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ “καί εὑ κράτος ἐστὶ μέγιστον” (Il. 24, 293).

166, 167. καὶ γενεῆς πρότερος ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι τοὺς ὕστερον λεγομένους ὑπὸ τῆς Ἴριδος διʼ ἐπιείκειαν ἐνθάδε τις μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεὺς, ὥσπερ δεδοικώς καὶ συλλυθῆναι βουλόμενος, εἰξάτω μοι, φησὶ, καθόσον εἰμὶ προγενέστερος· τὰ γὰρ τοιαῦτα τῶν δεομένων· “καί μοι ὑποστήτω ὅσον βασιλεύτερός εἰμι ἡδʼ ὅσον γενεῇ προγενέστερος” (Il. 9, 160).

169. *ὅτι Ζηνόδοτος γράφει ἐξ δαίων. ἁρμόζει δὲ μᾶλλον κατʼ Ἰδαίων· κατάβασιν γὰρ δηλοῖ.

170. *ὅτι διέσταλκε νιφάδα καὶ χάλαζαν.

171. ψυχρὴ ὑπαὶ ῥιπῆς τὸ ψυχρή ἑκατέρῳ δύναται προσδίδοσθαι· ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου, ἢ πτῆται ὑπὸ βορέου.

[*](28. εἰξάτω μοι Bekkerus] εἴξατό σοι)
69

176. * κέλεται γρ. κέλευε.

178. *ὅτι πτῶσις ἤλλακται, εἰ δὲ αὐτῷ ἀντὶ τοῦ εἰ δὲ αὐτοῦ τοῖς ἔπεσι· τὸ γὰρ οἷ αὐτῷ ἐστι.