Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

114. *οὕτως καὶ ἡ Ἀριστάρχου καὶ πᾶσαι, ἔπος ηὔδα, οὐ προσηύδα.

116. οὗτός ἐστιν ὁ ἀλλοπρόσαλλος· οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες, οἱ κατάρξαντες τοῦ ἀδικήματος.

119. Δεῖμόν τε Φόβον τε ὅτι ἀντὶ τοῦ Δείμῳ καὶ Φόβῳ, καὶ ὅτι ἐντεῦθεν ἡ πλάνη γέγονε τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα. εἰσὶ δὲ Ἄρεως υἱοί· ἐν ἄλλοις γὰρ ῥητῶς φησὶ “τῷ δὲ Φόβος φίλος υἱός” (Il. 13, 299). τὸ δὲ γένος τῆς ἀμφιβολίας ἔστιν εὑρεῖν καὶ ἀλλαχῇ· “τὸν δέ τʼ ἄνδρα ἑλεῖν καὶ εἰς ὁρμὴν ἔγχεος ἐλθεῖν” (Il. 5, 118) καὶ ἐν Ὀδυσσείᾳ (3, 24) “αἰδὼς δʼ αὗ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι,” ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν νέῳ ἀνδρί.

121. μείζων τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου.

122. *ὅτι ἐκ παραλλήλου ὡς ἰσοδυναμοῦντα τὸν χόλον καὶ τὴν μῆνιν.

123. * περιδδείσασα διὰ τοῦ ἑτέρου δ. αἱ Ἀριστάρχου.

125. τοῦ δʼ ἀπὸ μὲν καὶ ἐπὶ Ὀδυσσέως “αὐτίκʼ ἀπὸ κρατὸς κυνέην καὶ σάκος ὤμοιν, δόρυ δʼ ἔκβαλεν ἔκ τε χειρός” (Od. 14, 276). δῆλον δὲ ὅτι ἀφοπλίζουσα τὸν Ἄρεα ταῦτα ἔλεγεν· οὐ γὰρ σιωπῶσα.