Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

87. *Θέμιστι ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ παρὰ Θέμιδος.

92. *θεὰ λευκώλενος ἐν ἄλλῳ βοῶπις πότνια Ήρη.

94. *ἐκείνου Ἀρίσταρχος κείνου Ἰακῶς.

οἷος ἐκείνου θυμός ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπὶ ψόγου, ὁ ὑπέρσπονδος, βέλτιον δὲ ὁ ὑπέρμετρος· ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου· “οὐκ ἀγαπᾶς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν” ἀντὶ τοῦ ἀγαθοῖς.

97. οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται δύναται καὶ καθʼ ἑαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι, ἵνʼ ᾖ θαυμαστικὸς ὁ λόγος. βέλτιον δὲ τὸ σύνηθες, ὡς καὶ ἐπάνω “οἶσθα καὶ αὐτὴ οἷος ἐκείνου θυμός” (93).

οὐδέ τί φημι ὁ νοῦς, οὐκέτι οἶμαι τὸν Δία οὐδενὶ τῶν πάντων θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι.

101. ἡ δὲ γέλασσεν οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅταν τις μὴ ἐκ διαθέσεως καὶ κρίσεως γελᾷ. οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως, ὁ μετὰ δηγμοῦ πρὸς ὑπόκρισιν· οὐ γὰρ γελᾷ. καἰ [*](17. ταὐτὰ] ταὖ 35. *δηγμοῦ] δηχμοῦ)

66
τὸν Ἄρη δὲ ὑπομνήσκει τοῦ υἱοῦ φοβοῦσα, ἵνʼ αὐτὸν ἀποστήσῃ τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς.

104. * κατʼ ἔνια τῶν ὑπομνημάτων ἀφρονέοντα.

105. ἦ ἔτι μιν μέμαμεν ἢ ἔπει ἠὲ βίῃ ἔφαμεν τὸν η κατʼ ἀρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι, ὥσπερ καὶ ἐνθάδε. τοὺς μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοὶ, ὡς τὸ “ἢ ἔπει ἠὲ βίῃ” (Il. 1, 504).