Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

127. ἡ ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὅμοιον δέ ἐστι τοῦτο τῷ “αὐτὰρ Ἀθηναίη κούρη Διός,” εἶτα “ἡ δὲ χιτῶνʼ ἐνδῦσα Διός” (Il. 5, 733, 736). δασυντέον δὲ τὸ ἡ ἄρθρον. δύναται μέντοι καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο. καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις “βεβλήκει γλουτὸν κατὰ δεξιὸν, ἡ δὲ διὰ πρό” (l. 5, 66) “ἡ δὲ χιτῶνʼ ἐνδῦσα (ib. 736)· καὶ γὰρ. ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ” [*](16. τὸν δέ τʼ] Librarii error 25. ἔκ τε] Libri ἔκτοσε vel ἔκτοθι. pro δὸς δέ τέ μʼ. 28. ἀναλήψεως] ἐπαναλήψεως Vill.)

67
(5, 391) “αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη.” ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι, ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει.

128. μαινόμενε, φρένας ἠλέ μετὰ τὴν πρώτην λέξιν στικτέον· μετὰ δὲ τὸ ἠλέ ἀμφίβολος ἡ στιγμή. ἤτοι γὰρ καὶ αὐτὸ προσαγορευτικόν ἐστιν “ὦ φρένας ἠλέ” εἶτα καθʼ ἑαυτὸ “διέφθορας·” ἢ συναπτέον ὅλον, ἵνʼ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. τὸ δὲ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου.

134. ἡ Ἀριστοφάνειος κακὸν μέγα πᾶσι, Ζηνόδοτος δὲ αὐτὰρ τοῖς ἄλλοισι θεοῖς μέγα πῆμα φυτεῦσαι.

*ἐν ἄλλῳ πῆμα φυτεῦσαι.

138. ὅτι Ζηνόδοτος γράφει υἷος ἑοῖο. τοῦτο δὲ ἐν τῷ περί τινος λόγῳ τίθεται. νῦν δὲ πρὸς πρόσωπόν ἐστι, καὶ δεῖ γράφειν ἑῆος. ἠγνόηκε δὲ τὴν λέξιν· ἔστι γὰρ ἑῆος ἀγαθοῦ, καὶ δοτῆρες ἑάων. προπερισπαστέον δὲ τὴν υἷος γενικήν· προείρηται δὲ πῶς γέγονεν.

139. *τοῦ γε Ζηνόδοτος καὶ Ἀριστοφάνης τοῦ δέ.

141. γενεήν τε τόκον τε τοὺς γονεῖς καὶ τὸ γένος· δισσολογεῖ διʼ ἀμφοτέρων τὴν γένεσιν. ὁ δὲ νοῦς, ἀδύνατόν ἐστι θεῷ ῥύσασθαι τὴν ἐξ ἑαυτοῦ ἀνθρωπίνην γένεσιν· τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται· καὶ τοῦ θανάτου ῥύεσθαι.

142. θρόνῳ ἔνι ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐν θρόνῳ, ὁμοίως τῷ “υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι” (111).