Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

45. * καὶ κείνῳ, ἐκ πλήρους Ἀρίσταρχος τὸν καί σύνδεσμον.

49. Ἀριστοφάνης μετὰ τοῦ σ βοῶπις· καὶ ἔστιν εὐφραδέστερον.

*περιττεύει τὸ ἔπειτα.

50. * ἀθανάτοισι καθίζοις ἐν ταῖς εἰκαιοτέραις ἀθανάτοισι θεοῖσι.

52. τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς.

53. *οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστοφάνης.

54. * κάλεσσον ἐν ἄλλῳ κέλευσον.

56. ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν ἀπὸ τούτου ἕως τοῦ “λισσομένη τιμῆσαι” (77) ἀθετοῦνται στίχοι κβ', ὅτι οὐκ ἀναγκαίως [*](6. οὐ δἰ ἐμὴν γνώμην—βοηθεῖ] 15. κοιμήσασα Lehrsius] καὶ Seclusi verba ex praecedentibus κοιμήσασα. repetita.)

64
παλιλλογεῖται περὶ τῶν ἑξῆς ἐπεισαχθησομένων, καὶ κατὰ τὴν σύνθεσίν εἰσιν εὐτελεῖς· καὶ ὅτι ὡς ἐπίπαν πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ, νῦν δὲ πρὸς τὸ πρότερον ἀπήντηκεν “ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν.” ψεῦδος δὲ καὶ τὸ “φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος” (63)· οὔτε γὰρ παραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· “ἔφαντο γὰρ οὐκέτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι” (Il. 12, 125). ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται· οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρʼ αὐτῷ ἡ φυγὴ, ἀλλʼ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φησὶν “εἰ δέ χʼ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται” (ib. 71). ἀσύνηθες δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν “Ἴλιον αἰπὺ ἕλοιεν” (71)· πάντοτε γὰρ θηλυκῶς λέγει. ἔν τε τῷ “λισσομένη τιμῆσαι” φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλὰ ποδάρκη καὶ ποδώκη.

*καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.