Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

26. πεπιθοῦσα ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν“ῥηϊδίως πεπιθεῖν” (Il. 9, 184).

27. *Ζηνόδοτος οὐδὲ ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει.

ἀτρύγετον ἄβυσσον, τρύγα μὴ ἔχοντα, ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης (Phoen. 210), ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν. καὶ οἱ μὲν τὸ Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ, ὑπὲρ τὴν εὔκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.

31. * ἀπολλήξῃς διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου.

33. *οὔτε παρὰ Ζηνοδότῳ οὕτε παρʼ Ἀριστοφάνει ἦν· καὶ μήποτε περιττός ἐστιν.

37. Στυγὸς ὕδωρ ἐπεὶ ἡ Στὺξ καὶ κατὰ τὸν Ἡσίοδόν ἐστιν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ· ἢ, ὥς τινές φασιν, ἵτι ὁμώνυμος ταύτῃ ἐστὶν ἡ πηγὴ, ἣν ἐν Ἅιδου ὅρκον φρικτὸν αὑτῶν οἱ θεοὶ πεποίηνται [*](3. αἰθέρος Vill.] ἀέρος 9. μὐθον Bekk.] μἰθος) [*](5. ἀκοπίαστα] ἀκοπίἆ 16. *Ὁμηρικῆς] ἀρισταρ))

63
βουλήσει Διός. ἀπὸ δὲ τοῦ ἴστω νῦν τόδε γαῖα πᾶσαι διαστολαί εἰσι μέχρι τοῦ ὀμόσαιμι· ἐνταῦθα γὰρ στικτέον, ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου.

41. μὴ δι’ ἐμὴν ἰότητα ἀντὶ τοῦ οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ, ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκσι. οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ. πληρέστατος δʼ ἄν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὡς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵνʼ ᾖ τοιαύτη ἡ φράσις, ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ διʼ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ “ἴστω νῦν Ζεὺς πρῶτα· ἦ μέν τοι τάδε πάντα τελείεται” (Od. 19, 303). τάχα οὖν καὶ διὰ τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις.

μὴ διʼ ἐμὴν ἰότητα ὅτι παρακέκρουσται τὸν ὅρκον· οὐ γὰρ διὰ τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ μέντοι συνεργεῖ κοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή ἀντὶ ἀρνήσεως τῆς οὔ.

44. τειρομένους δʼ ἐπὶ νηυσίν ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ οὕτως ἐφέρετο, κτεινομένους δʼ ἐπὶ νηυσὶν ἰδών· καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους. ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως ἀπολογεῖται. οὕτως Ἡρακλέων.